1.149 αὗται μὲν αἱ Ἰάδες πόλιες εἰσί , αἵδε δὲ αἱ Αἰολίδες , Κύμη Φρικωνὶς καλεομένη , Λήρισαι , Νέον τεῖχος , Τῆμνος , Κίλλα , Νότιον , Αἰγιρόεσσα , Πιτάνη , Αἰγαῖαι , Μύρινα , Γρύνεια . αὗται ἕνδεκα Αἰολέων πόλιες αἱ ἀρχαῖαι · μία γὰρ σφέων παρελύθη Σμύρνη ὑπὸ Ἰώνων · ἦσαν γὰρ καὶ αὗται δυώδεκα αἱ ἐν τῆ ἠπείρῳ . οὗτοι δὲ οἱ Αἰολέες χώρην μὲν ἔτυχον κτίσαντες ἀμείνω Ἰώνων , ὡρέων δὲ ἥκουσαν οὐκ ὁμοίως .
1.150 σμύρνην δὲ ὧδε ἀπέβαλον Αἰολέες . Κολοφωνίους ἄνδρας στάσι ἑσσωθέντας καὶ ἐκπεσόντας ἐκ τῆς πατρίδος ὑπεδέξαντο . μετὰ δὲ οἱ φυγάδες τῶν Κολοφωνίων φυλάξαντες τοὺς Σμυρναίους ὁρτὴν ἔξω τείχεος ποιευμένους Διονύσῳ , τὰς πύλας ἀποκληίσαντες ἔσχον τὴν πόλιν . βοηθησάντων δὲ πάντων Αἰολέων , ὁμολογίῃ ἐχρήσαντο τὰ ἔπιπλα ἀποδόντων τῶν Ἰώνων ἐκλιπεῖν Σμύρνην Αἰολέας . ποιησάντων δὲ ταῦτα Σμυρναίων ἐπιδιείλοντο σφέας αἱ ἕνδεκα πόλιες καὶ ἐποιήσαντο σφέων αὐτέων πολιήτας .
1.151 αὗται μέν νυν αἱ ἠπειρώτιδες Αἰολίδες πόλιες , ἔξω τῶν ἐν τῇ Ἴδῃ οἰκημενέων · κεχωρίδαται γὰρ αὗται . αἱ δὲ τὰς νήσους ἔχουσαι πέντε μὲν πόλιες τὴν Λέσβον νέμονται ʹτὴν γὰρ ἕκτην ἐν τῇ Λέσβῳ οἰκημένην Ἀρίσβαν ἠνδραπόδισαν Μηθυμναῖοι ἐόντας ὁμαίμουσ̓ , ἐν Τενέδῳ δὲ μία οἴκηται πόλις , καὶ ἐν τῇσι Ἑκατὸν νήσοισι καλεομένῃσι ἄλλη μία . Λεσβίοισι μέν νῦν καὶ Τενεδίοισι , κατά περ Ἰώνων τοῖσι τὰς νήσους ἔχουσι , ἦν δεινὸν οὐδέν · τῇσι δὲ λοιπῇσι πόλισι ἕαδε κοινῇ Ἴωσι ἕπεσθαι τῇ ἂν οὗτοι ἐξηγέωνται .