1.144 κατά περ οἱ ἐκ τῆς πενταπόλιος νῦν χώρης Δωριέες , πρότερον δὲ ἑξαπόλιος τῆς αὐτῆς ταύτης καλεομένης , φυλάσσονται ὦν μηδαμοὺς ἐσδέξασθαι τῶν προσοίκων Δωριέων ἐς τὸ Τριοπικὸν ἱρόν , ἀλλὰ καὶ σφέων αὐτῶν τοὺς περὶ τὸ ἱρόν ἀνομήσαντας ἐξεκλήισαν τῆς μετοχῆς , ἐν γὰρ τῷ ἀγῶνι τοῦ Τριοπίου Ἀπόλλωνος ἐτίθεσαν τὸ πάλαι τρίποδας χαλκέους τοῖσι νικῶσι , καὶ τούτους χρῆν τοὺς λαμβάνοντας ἐκ τοῦ ἱροῦ μὴ ἐκφέρειν ἀλλ’ αὐτοῦ ἀνατιθέναι τῷ θεῷ . ἀνὴρ ὦν Ἁλικαρνησσεύς , τῷ οὔνομα ἦν Ἀγασικλέης , νικήσας τὸν νόμον κατηλόγησε , φέρων δὲ πρὸς τὰ ἑωυτοῦ οἰκία προσεπασσάλευσε τὸν τρίποδα . διὰ ταύτην τὴν αἰτίην αἱ πέντε πόλιες , Λίνδος καὶ Ἰήλυσός τε καὶ Κάμειρος καὶ Κῶς τε καὶ Κνίδος ἐξεκλήισαν τῆς μετοχῆς τὴν ἕκτην πόλιν Ἁλικαρνησσόν . τούτοισι μέν νυν οὗτοι ταύτην τὴν ζημίην ἐπέθηκαν .