1.142 αὗται μὲν ἐν τῇ Καρίῃ κατοίκηνται κατὰ ταὐτὰ διαλεγόμεναι σφίσι , αἵδε δὲ ἐν τῇ Λυδίῃ , Ἔφεσος Κολοφὼν Λέβεδος Τέως Κλαζομεναὶ Φώκαια · αὗται δὲ αἱ πόλιες τῇσι πρότερον λεχθείσῃσι ὁμολογέουσι κατὰ γλῶσσαν οὐδέν , σφισι δὲ ὁμοφωνέουσι . ἔτι δὲ τρεῖς ὑπόλοιποι Ἰάδες πόλιες , τῶν αἱ δύο μὲν νήσους οἰκέαται , Σάμον τε καὶ Χίον , δὲ μία ἐν τῇ ἠπείρῳ ἵδρυται , Ἐρυθραί . Χῖοι μέν νυν καὶ Ἐρυθραῖοι κατὰ τὠυτὸ διαλέγονται , Σάμιοι δὲ ἐπ’ ἑωυτῶν μοῦνοι . οὗτοι χαρακτῆρες γλώσσης τέσσερες γίνονται .
1.143 τούτων δὴ ὦν τῶν Ἰώνων οἱ Μιλήσιοι μὲν ἦσαν ἐν σκέπῃ τοῦ φόβου , ὅρκιον ποιησάμενοι , τοῖσι δὲ αὐτῶν νησιώτῃσι ἦν δεινὸν οὐδέν · οὔτε γὰρ Φοίνικες ἦσαν κω Περσέων κατήκοοι οὔτε αὐτοὶ οἱ Πέρσαι ναυβάται . ἀπεσχίσθησαν δὲ ἀπὸ τῶν ἄλλων Ἰώνων οὗτοι κατ’ ἄλλο μὲν οὐδέν , ἀσθενέος δὲ ἐόντος τοῦ παντὸς τότε Ἑλληνικοῦ γένεος , πολλῷ δὴ ἦν ἀσθενέστατον τῶν ἐθνέων τὸ Ἰωνικὸν καὶ λόγου ἐλαχίστου · ὅτι γὰρ μὴ Ἀθῆναι , ἦν οὐδὲν ἄλλο πόλισμα λόγιμον . οἱ μέν νυν ἄλλοι Ἴωνες καὶ οἱ Ἀθηναῖοι ἔφυγον τὸ οὔνομα , οὐ βουλόμενοι Ἴωνες κεκλῆσθαι , ἀλλὰ καὶ νῦν φαίνονταί μοι οἱ πολλοὶ αὐτῶν ἐπαισχύνεσθαι τῷ οὐνόματι · αἱ δὲ δυώδεκα πόλιες αὗται τῷ τε οὐνόματι ἠγάλλοντο καὶ ἱρὸν ἱδρύσαντο ἐπὶ σφέων αὐτέων , τῷ οὔνομα ἔθεντο Πανιώνιον , ἐβουλεύσαντο δὲ αὐτοῦ μεταδοῦναι μηδαμοῖσι ἄλλοισι Ἰώνων ʹοὐδ’ ἐδεήθησαν δὲ οὐδαμοὶ μετασχεῖν ὅτι μὴ Σμυρναῖοἰ ·