1.145 δυώδεκα δὲ μοι δοκέουσι πόλιας ποιήσασθαι οἱ Ἴωνες καὶ οὐκ ἐθελῆσαι πλεῦνας ἐσδέξασθαι τοῦδε εἵνεκα , ὅτι καὶ ὅτε ἐν Πελοποννήσῳ οἴκεον , δυώδεκα ἦν αὐτῶν μέρεα , κατά περ νῦν Ἀχαιῶν τῶν ἐξελασάντων Ἴωνας δυώδεκα ἐστὶ μέρεα , Πελλήνη μέν γε πρώτη πρὸς Σικυῶνος , μετὰ δὲ Αἴγειρα καὶ Αἰγαί , ἐν τῇ Κρᾶθις ποταμὸς ἀείναος ἐστί , ἀπ’ ὅτευ ἐν Ἰταλίῃ ποταμὸς τὸ οὔνομα ἔσχε , καὶ Βοῦρα καὶ Ἑλίκη , ἐς τὴν κατέφυγον Ἴωνες ὑπὸ Ἀχαιῶν μάχῃ ἑσσωθέντες , καὶ Αἴγίον καὶ Ῥύπες καὶ Πατρέες καὶ Φαρέες καὶ Ὤλενος , ἐν τῷ Πεῖρος ποταμὸς μέγας ἐστί , καὶ Δύμη καὶ Τριταιέες , οἳ μοῦνοι τούτων μεσόγαιοι οἰκέουσι . ταῦτα δυώδεκα μέρεα νῦν Ἀχαιῶν ἐστὶ καὶ τότε γε Ἰώνων ἦν .
1.146 τούτων δὴ εἵνεκα καὶ οἱ Ἴωνες δυώδεκα πόλιας ἐποιήσαντο · ἐπεὶ ὥς γέ τι μᾶλλον οὗτοι Ἴωνες εἰσὶ τῶν ἄλλων Ἰώνων κάλλιόν τι γεγόνασι , μωρίη πολλὴ λέγειν · τῶν Ἄβαντες μὲν ἐξ Εὐβοίες εἰσὶ οὐκ ἐλαχίστη μοῖρα , τοῖσι Ἰωνίης μέτα οὐδὲ τοῦ οὐνόματος οὐδέν , Μινύαι δὲ Ὀρχομένιοί σφι ἀναμεμίχαται καὶ Καδμεῖοι καὶ Δρύοπες καὶ Φωκέες ἀποδάσμιοι καὶ Μολοσσοὶ καὶ Ἀρκάδες Πελασγοὶ καὶ Δωριέες Ἐπιδαύριοι , ἄλλα τε ἔθνεα πολλὰ ἀναμεμίχαται · οἱ δὲ αὐτῶν ἀπὸ τοῦ πρυτανηίου τοῦ Ἀθηναίων ὁρμηθέντες καὶ νομίζοντες γενναιότατοι εἶναι Ἰώνων , οὗτοι δὲ οὐ γυναῖκας ἠγάγοντο ἐς τὴν ἀποικίην ἀλλὰ Καείρας ἔσχον , τῶν ἐφόνευσαν τοὺς γονέας .