1.141 μὲν δὴ ὀργῇ ἐχόμενος ἔλεγέ σφι τάδε · Ἴωνες δὲ ὡς ἤκουσαν τούτων ἀνενειχθέντων ἐς τὰς πόλιας , τείχεά τε περιεβάλοντο ἕκαστοι καὶ συνελέγοντο ἐς Πανιώνιον οἱ ἄλλοι , πλὴν Μιλησίων · πρὸς μούνους γὰρ τούτους ὅρκιον Κῦρος ἐποιήσατο ἐπ’ οἷσί περ Λυδός . τοῖσι δὲ λοιποῖσι Ἴωσι ἔδοξε κοινῷ λόγῳ πέμπειν ἀγγέλους ἐς Σπάρτην δεησομένους Ἴωσι τιμωρέειν .
1.142 οἱ δὲ Ἴωνες οὗτοι , τῶν καὶ τὸ Πανιώνιον ἐστί , τοῦ μὲν οὐρανοῦ καὶ τῶν ὡρέων ἐν τῷ καλλίστῳ ἐτύγχανον ἱδρυσάμενοι πόλιας πάντων ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν · οὔτε γὰρ τὰ ἄνω αὐτῆς χωρία τὠυτὸ ποιέει τῇ Ἰωνίῃ οὔτε τὰ κάτω οὔτε τὰ πρὸς τὴν ἠῶ οὔτε τὰ πρὸς τὴν ἑσπέρην , τὰ μὲν ὑπὸ τοῦ ψυχροῦ τε καὶ ὑγροῦ πιεζόμενα , τὰ δὲ ὑπὸ τοῦ θερμοῦ τε καὶ αὐχμώδεος . γλῶσσαν δὲ οὐ τὴν αὐτὴν οὗτοι νενομίκασι , ἀλλὰ τρόπους τέσσερας παραγωγέων . Μίλητος μὲν αὐτέων πρώτη κέεται πόλις πρὸς μεσαμβρίην , μετὰ δὲ Μυοῦς τε καὶ Πριήνη .