1.140 Μάγους μὲν γὰρ ἀτρεκέως οἶδα ταῦτα ποιέοντας · ἐμφανέως γὰρ δὴ ποιεῦσι . κατακηρώσαντες δὲ ὦν τὸν νέκυν Πέρσαι γῆ κρύπτουσι . Μάγοι δὲ κεχωρίδαται πολλὸν τῶν τε ἄλλων ἀνθρώπων καὶ τῶν ἐν Αἰγύπτῳ ἱρέων . οἳ μὲν γὰρ ἁγνεύουσι ἔμψυχον μηδὲν κτείνειν , εἰ μὴ ὅσα θύουσι · οἱ δὲ δὴ Μάγοι αὐτοχειρίῃ πάντα πλὴν κυνὸς καὶ ἀνθρώπου κτείνουσι , καὶ ἀγώνισμα μέγα τοῦτο ποιεῦνται , κτείνοντες ὁμοίως μύρμηκάς τε καὶ ὄφις καὶ τἆλλα ἑρπετὰ καὶ πετεινά . καὶ ἀμφὶ μὲν τῷ νόμῳ τούτῳ ἐχέτω ὡς καὶ ἀρχὴν ἐνομίσθη , ἄνειμι δὲ ἐπὶ τὸν πρότερον λόγον .
1.141 Ἴωνες δὲ καὶ Αἰολέες , ὡς οἱ Λυδοὶ τάχιστα κατεστράφατο ὑπὸ Περσέων , ἔπεμπον ἀγγέλους ἐς Σάρδις παρὰ Κῦρον , ἐθέλοντες ἐπὶ τοῖσι αὐτοῖσι εἶναι τοῖσι καὶ Κροίσῳ ἦσαν κατήκοοι . δὲ ἀκούσας αὐτῶν τὰ προΐσχοντο ἔλεξέ σφι λόγον , ἄνδρα φὰς αὐλητὴν ἰδόντα ἰχθῦς ἐν τῇ θαλάσσῃ αὐλέειν , δοκέοντα σφέας ἐξελεύσεσθαι ἐς γῆν · ὡς δὲ ψευσθῆναι τῆς ἐλπίδος , λαβεῖν ἀμφίβληστρον καὶ περιβαλεῖν τε πλῆθος πολλὸν τῶν ἰχθύων καὶ ἐξειρύσαι , ἰδόντα δὲ παλλομένους εἰπεῖν ἄρα αὐτὸν πρὸς τοὺς ἰχθῦς ʹ παύεσθέ μοι ὀρχεόμενοι , ἐπεῖ οὐδ’ ἐμέο αὐλέοντος ἠθέλετε ἐκβαίνειν ὀρχεόμενοι . ʹ Κῦρος μὲν τοῦτον τὸν λόγον τοῖσι Ἴωσι καὶ τοῖσι Αἰολεῦσι τῶνδε εἵνεκα ἔλεξε , ὅτι δὴ οἱ Ἴωνες πρότερον αὐτοῦ Κύρου δεηθέντος δι’ ἀγγέλων ἀπίστασθαι σφέας ἀπὸ Κροίσου οὐκ ἐπείθοντο , τότε δὲ κατεργασμένων τῶν πρηγμάτων ἦσαν ἕτοιμοι πείθεσθαι Κύρῳ .