1.138 ἅσσα δέ σφι ποιέειν οὐκ ἔξεστι , ταῦτα οὐδὲ λέγειν ἔξεστι . αἴσχιστον δὲ αὐτοῖσι τὸ ψεύδεσθαι νενόμισται , δεύτερα δὲ τὸ ὀφείλειν χρέος , πολλῶν μὲν καὶ ἄλλων εἵνεκα , μάλιστα δὲ ἀναγκαίην φασὶ εἶναι τὸν ὀφείλοντα καί τι ψεῦδος λέγειν . ὃς ἂν δὲ τῶν ἀστῶν λέπρην λεύκην ἔχῃ , ἐς πόλιν οὗτος οὐ κατέρχεται οὐδὲ συμμίσγεται τοῖσι ἄλλοισι Πέρσῃσι · φασὶ δέ μιν ἐς τὸν ἥλιον ἁμαρτόντα τι ταῦτα ἔχειν . ξεῖνον δὲ πάντα τὸν λαμβανόμενον ὑπὸ τουτέων πολλοὶ ἐξελαύνουσι ἐκ τῆς χώρης , καὶ τὰς λευκὰς περιστεράς , τὴν αὐτὴν αἰτίην ἐπιφέροντες . ἐς ποταμὸν δὲ οὔτε ἐνουρέουσι οὔτε ἐμπτύουσι , οὐ χεῖρας ἐναπονίζονται , οὐδὲ ἄλλον οὐδένα περιορῶσι , ἀλλὰ σέβονται ποταμοὺς μάλιστα .
1.139 καὶ τόδε ἄλλο σφι ὧδε συμπέπτωκε γίνεσθαι , τὸ Πέρσας μὲν αὐτοὺς λέληθε , ἡμέας μέντοι οὔ · τὰ οὐνόματά σφι ἐόντα ὅμοια τοῖσι σώμασι καὶ τῇ μεγαλοπρεπείῃ τελευτῶσι πάντα ἐς τὠυτὸ γράμμα , τὸ Δωριέες μὲν σὰν καλέουσι , Ἴωνες δὲ σίγμα · ἐς τοῦτο διζήμενος εὑρήσεις τελευτῶντα τῶν Περσέων τὰ οὐνόματα , οὐ τὰ μὲν τὰ δ’ οὔ , ἀλλὰ πάντα ὁμοίως .
1.140 ταῦτα μὲν ἀτρεκέως ἔχω περὶ αὐτῶν εἰδὼς εἰπεῖν · τάδε μέντοι ὡς κρυπτόμενα λέγεται καὶ οὐ σαφηνέως περὶ τοῦ ἀποθανόντος , ὡς οὐ πρότερον θάπτεται ἀνδρὸς Πέρσεω νέκυς πρὶν ἂν ὑπ’ ὄρνιθος κυνὸς ἑλκυσθῇ .