1.136 ἀνδραγαθίη δὲ αὕτη ἀποδέδεκται , μετὰ τὸ μάχεσθαι εἶναι ἀγαθόν , ὃς ἂν πολλοὺς ἀποδέξῃ παῖδας · τῷ δὲ τοὺς πλείστους ἀποδεικνύντι δῶρα ἐκπέμπει βασιλεὺς ἀνὰ πᾶν ἔτος . τὸ πολλὸν δ’ ἡγέαται ἰσχυρὸν εἶναι . παιδεύουσι δὲ τοὺς παῖδας ἀπὸ πενταέτεος ἀρξάμενοι μέχρι εἰκοσαέτεος τρία μοῦνα , ἰχνεύειν καὶ τοξεύειν καὶ ἀληθίζεσθαι . πρὶν δὲ πενταέτης γένηται , οὐκ ἀπικνέεται ἐς ὄψιν τῷ πατρί , ἀλλὰ παρὰ τῇσι γυναιξὶ δίαιταν ἔχει . τοῦδε δὲ εἵνεκα τοῦτο οὕτω ποιέεται , ἵνα ἢν ἀποθάνῃ τρεφόμενος , μηδεμίαν ἄσην τῷ πατρὶ προσβάλῃ .
1.137 αἰνέω μέν νυν τόνδε τὸν νόμον , αἰνέω δὲ καὶ τόνδε , τὸ μὴ μιῆς αἰτίης εἵνεκα μήτε αὐτὸν τὸν βασιλέα μηδένα φονεύειν , μήτε τῶν ἄλλων Περσέων μηδένα τῶν ἑωυτοῦ οἰκετέων ἐπὶ μιῇ αἰτίῃ ἀνήκεστον πάθος ἔρδειν · ἀλλὰ λογισάμενος ἢν εὑρίσκῃ πλέω τε καὶ μέζω τὰ ἀδικήματα ἐόντα τῶν ὑπουργημάτων , οὕτω τῷ θυμῷ χρᾶται . ἀποκτεῖναι δὲ οὐδένα κω λέγουσι τὸν ἑωυτοῦ πατέρα οὐδὲ μητέρα , ἀλλὰ ὁκόσα ἤδη τοιαῦτα ἐγένετο , πᾶσαν ἀνάγκην φασὶ ἀναζητεόμενα ταῦτα ἀνευρεθῆναι ἤτοι ὑποβολιμαῖα ἐόντα μοιχίδια · οὐ γὰρ δή φασι οἰκὸς εἶναι τόν γε ἀληθέως τοκέα ὑπὸ τοῦ , ἑωυτοῦ παιδὸς ἀποθνήσκειν .