1.134 ἐντυγχάνοντες δ’ ἀλλήλοισι ἐν τῇσι ὁδοῖσι , τῷδε ἄν τις διαγνοίη εἰ ὅμοιοί εἰσὶ οἱ συντυγχάνοντες · ἀντὶ γὰρ τοῦ προσαγορεύειν ἀλλήλους φιλέουσι τοῖσι στόμασι · ἢν δὲ οὕτερος ὑποδεέστερος ὀλίγῳ , τὰς παρειὰς φιλέονται · ἢν δὲ πολλῷ οὕτερος ἀγεννέστερος , προσπίπτων προσκυνέει τὸν ἕτερον . τιμῶσι δὲ ἐκ πάντων τοὺς ἄγχιστα ἑωυτῶν οἰκέοντας μετά γε ἑωυτούς , δευτέρα δὲ τοὺς δευτέρους · μετὰ δὲ κατὰ λόγον προβαίνοντες τιμῶσι · ἥκιστα δὲ τοὺς ἑωυτῶν ἑκαστάτω οἰκημένους ἐν τιμῇ ἄγονται , νομίζοντες ἑωυτοὺς εἶναι ἀνθρώπων μακρῷ τὰ πάντα ἀρίστους , τοὺς δὲ ἄλλους κατὰ λόγον τῆς ἀρετῆς ἀντέχεσθαι , τοὺς δὲ ἑκαστάτω οἰκέοντας ἀπὸ ἑωυτῶν κακίστους εἶναι . ἐπὶ δὲ Μήδων ἀρχὸν τῶν καὶ ἦρχε τὰ ἔθνεα ἀλλήλων , συναπάντων μὲν Μῆδοι καὶ τῶν ἄγχιστα οἰκεόντων σφίσι , οὗτοι δὲ καὶ τῶν ὁμούρων , οἳ δὲ μάλα τῶν ἐχομένων , κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ οἱ Πέρσαι τιμῶσι · προέβαινε γὰρ δὴ τὸ ἔθνος ἄρχον τε καὶ ἐπιτροπεῦον .
1.135 ξεινικὰ δὲ νόμαια Πέρσαι προσίενται ἀνδρῶν μάλιστα . καὶ γὰρ δὴ τὴν Μηδικὴν ἐσθῆτα νομίσαντες τῆς ἑωυτῶν εἶναι καλλίω φορέουσι , καὶ ἐς τοὺς πολέμους τοὺς Αἰγυπτίους θώρηκας · καὶ εὐπαθείας τε παντοδαπὰς πυνθανόμενοι ἐπιτηδεύουσι , καὶ δὴ καὶ ἀπ’ Ἑλλήνων μαθόντες παισὶ μίσγονται . γαμέουσι δὲ ἕκαστος αὐτῶν πολλὰς μὲν κουριδίας γυναῖκας , πολλῷ δ’ ἔτι πλεῦνας παλλακὰς κτῶνται .