1.132 διαθέντος δὲ αὐτοῦ Μάγος ἀνὴρ παρεστεὼς ἐπαείδει θεογονίην , οἵην δὴ ἐκεῖνοι λέγουσι εἶναι τὴν ἐπαοιδήν · ἄνευ γὰρ δὴ Μάγου οὔ σφι νόμος ἐστὶ θυσίας ποιέεσθαι . ἐπισχὼν δὲ ὀλίγον χρόνον ἀποφέρεται θύσας τὰ κρέα καὶ χρᾶται τι μιν λόγος αἱρέει .
1.133 ἡμέρην δὲ ἁπασέων μάλιστα ἐκείνην τιμᾶν νομίζουσι τῇ ἕκαστος ἐγένετο . ἐν ταύτῃ δὲ πλέω δαῖτα τῶν ἀλλέων δικαιεῦσι προτίθεσθαι · ἐν τῇ οἱ εὐδαίμονες αὐτῶν βοῦν καὶ ἵππον καὶ κάμηλον καὶ ὄνον προτιθέαται ὅλους ὀπτοὺς ἐν καμίνοισι , οἱ δὲ πένητες αὐτῶν τὰ λεπτὰ τῶν προβάτων προτιθέαται . σίτοισι δὲ ὀλίγοισι χρέωνται , ἐπιφορήμασι δὲ πολλοῖσι καὶ οὐκ ἁλέσι · καὶ διὰ τοῦτο φασὶ Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι , ὅτι σφι ἀπὸ δείπνου παραφορέεται οὐδὲν λόγου ἄξιον · εἰ δέ τι παραφέροιτο , ἐσθίοντας ἂν οὐ παύεσθαι . οἴνῳ δὲ κάρτα προσκέαται , καί σφι οὐκ ἐμέσαι ἔξεστι , οὐκὶ οὐρῆσαι ἀντίον ἄλλου . ταῦτα μέν νυν οὕτω φυλάσσεται , μεθυσκόμενοι δὲ ἐώθασι βουλεύεσθαι τὰ σπουδαιέστατα τῶν πρηγμάτων · τὸ δ’ ἂν ἅδῃ σφι βουλευομένοισι , τοῦτο τῇ ὑστεραίῃ νήφουσι προτιθεῖ στέγαρχος , ἐν τοῦ ἂν ἐόντες βουλεύωνται , καὶ ἢν μὲν ἅδῃ καὶ νήφουσι , χρέωνται αὐτῷ , ἢν δὲμὴ ἅδῃ , μετιεῖσι . τὰ δ’ ἂν νήφοντες προβουλεύσωνται , μεθυσκόμενοι ἐπιδιαγινώσκουσι .