1.131 Πέρσας δὲ οἶδα νόμοισι τοιοῖσιδε χρεωμένους , ἀγάλματα μὲν καὶ νηοὺς καὶ βωμοὺς οὐκ ἐν νόμῳ ποιευμένους ἱδρύεσθαι , ἀλλὰ καὶ τοῖσι ποιεῦσι μωρίην ἐπιφέρουσι , ὡς μὲν ἐμοὶ δοκέειν , ὅτι οὐκ ἀνθρωποφυέας ἐνόμισαν τοὺς θεοὺς κατά περ οἱ Ἕλληνες εἶναι · οἳ δὲ νομίζουσι Διὶ μὲν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων ἀναβαίνοντες θυσίας ἔρδειν , τὸν κύκλον πάντα τοῦ οὐρανοῦ Δία καλέοντες · θύουσι δὲ ἡλίῳ τε καὶ σελήνῃ καὶ γῇ καὶ πυρὶ καὶ ὕδατι καὶ ἀνέμοισι . τούτοισι μὲν δὴ θύουσι μούνοισι ἀρχῆθεν , ἐπιμεμαθήκασι δὲ καὶ τῇ Οὐρανίῃ θύειν , παρά τε Ἀσσυρίων μαθόντες καὶ Ἀραβίων . καλέουσι δὲ Ἀσσύριοι τὴν Ἀφροδίτην Μύλιττα , Ἀράβιοι δὲ Ἀλιλάτ , Πέρσαι δὲ Μίτραν .
1.132 θυσίη δὲ τοῖσι Πέρσῃσι περὶ τοὺς εἰρημένους θεοὺς ἥδε κατέστηκε · οὔτε βωμοὺς ποιεῦνται οὔτε πῦρ ἀνακαίουσι μέλλοντες θύειν , οὐ σπονδῇ χρέωνται , οὐκὶ αὐλῷ , οὐ στέμμασι , οὐκὶ οὐλῇσι · τῶν δὲ ὡς ἑκάστῳ θύειν θέλῃ , ἐς χῶρον καθαρὸν ἀγαγὼν τὸ κτῆνος καλέει τὸν θεόν , ἐστεφανωμένος τὸν τιάραν μυρσίνῃ μάλιστα . ἑωυτῷ μὲν δὴ τῷ θύοντι ἰδίῃ μούνῳ οὔ οἱ ἐγγίνεται ἀρᾶσθαι ἀγαθά , δὲ τοῖσι πᾶσι Πέρσῃσι κατεύχεται εὖ γίνεσθαι καὶ τῷ βασιλέι · ἐν γὰρ δὴ τοῖσι ἅπασι Πέρσῃσι καὶ αὐτὸς γίνεται . ἐπεὰν δὲ διαμιστύλας κατὰ μέλεα τὸ ἱρήιον ἑψήσῃ τὰ κρέα ὑποπάσας ποίην ὡς ἁπαλωτάτην , μάλιστα δὲ τὸ τρίφυλλον , ἐπὶ ταύτης ἔθηκε ὦν πάντα τὰ κρέα .