1.129 Ἀστυάγης δέ μιν ἀπέφαινε τῷ λόγῳ σκαιότατόν τε καὶ ἀδικώτατον ἐόντα πάντων ἀνθρώπων , σκαιότατον μέν γε , εἰ παρεὸν αὐτῷ βασιλέα γενέσθαι , εἰ δὴ δι’ ἑωυτοῦ γε ἐπρήχθη τὰ παρεόντα , ἄλλῳ περιέθηκε τὸ κράτος , ἀδικώτατον δέ , ὅτι τοῦ δείπνου εἵνεκεν Μήδους κατεδούλωσε . εἰ γὰρ δὴ δεῖν πάντως περιθεῖναι ἄλλῳ τεῷ τὴν βασιληίην καὶ μὴ αὐτὸν ἔχειν , δικαιότερον εἶναι Μήδων τεῷ περιβαλεῖν τοῦτο τὸ ἀγαθὸν Περσέων . νῦν δὲ Μήδους μὲν ἀναιτίους τούτου ἐόντας δούλους ἀντὶ δεσποτέων γεγονέναι , Πέρσας δὲ δούλους ἐόντας τὸ πρὶν Μήδων νῦν γεγονέναι δεσπότας .
1.130 Ἀστυάγης μέν νυν βασιλεύσας ἐπ’ ἔτεα πέντε καὶ τριήκοντα οὕτω τῆς βασιληίης κατεπαύσθη , Μῆδοι δὲ ὑπέκυψαν Πέρσῃσι διὰ τὴν τούτου πικρότητα , ἄρξαντες τῆς ἄνω Ἅλυος ποταμοῦ Ἀσίης ἐπ’ ἔτεα τριήκοντα καὶ ἑκατὸν δυῶν δέοντα , πάρεξ ὅσον οἱ Σκύθαι ἦρχον . ὑστέρῳ μέντοι χρόνῳ μετεμέλησέ τέ σφι ταῦτα ποιήσασι καὶ ἀπέστησαν ἀπὸ Δαρείου , ἀποστάντες δὲ ὀπίσω κατεστράφθησαν μάχῃ νικηθέντες . τότε δὲ ἐπὶ Ἀστυάγεος οἱ Πέρσαι τε καὶ Κῦρος ἐπαναστάντες τοῖσι Μήδοισι ἦρχον τὸ ἀπὸ τούτου τῆς Ἀσίης . Ἀστυάγεα δὲ Κῦρος κακὸν οὐδὲν ἄλλο ποιήσας εἶχε παρ’ ἑωυτῷ , ἐς ἐτελεύτησε . οὕτω δὴ Κῦρος γενόμενός τε καὶ τραφεὶς ἐβασίλευσε καὶ Κροῖσον ὕστερον τούτων ἄρξαντα ἀδικίης κατεστρέψατο , ὡς εἴρηταί μοι πρότερον , τοῦτον δὲ καταστρεψάμενος οὕτω πάσης τῆς Ἀσίης ἦρξε .