1.127 δὲ Κῦρος ἐκέλευε τὸν ἄγγελον ἀπαγγέλλειν ὅτι πρότερον ἥξοι παρ’ ἐκεῖνον Ἀστυάγης αὐτὸς βουλήσεται . ἀκούσας δὲ ταῦτα Ἀστυάγης Μήδους τε ὥπλισε πάντας , καὶ στρατηγὸν αὐτῶν ὥστε θεοβλαβὴς ἐὼν Ἅρπαγον ἀπέδεξε , λήθην ποιεύμενος τά μιν ἐόργεε . ὡς δὲ οἱ Μῆδοι στρατευσάμενοι τοῖσι Πέρσῃσι συνέμισγον , οἳ μέν τινὲς αὐτῶν ἐμάχοντο , ὅσοι μὴ τοῦ λόγου μετέσχον , οἳ δὲ αὐτομόλεον πρὸς τοὺς Πέρσας , οἱ δὲ πλεῖστοι ἐθελοκάκεόν τε καὶ ἔφευγον .
1.128 διαλυθέντος δὲ τοῦ Μηδικοῦ στρατεύματος αἰσχρῶς , ὡς ἐπύθετο τάχιστα Ἀστυάγης , ἔφη ἀπειλέων τῷ Κύρῳ ʹ ἀλλ’ οὐδ’ ὣς Κῦρός γε χαιρήσει . ʹ τοσαῦτα εἶπας πρῶτον μὲν τῶν Μάγων τοὺς ὀνειροπόλους , οἵ μιν ἀνέγνωσαν μετεῖναι τὸν Κῦρον , τούτους ἀνεσκολόπισε , μετὰ δὲ ὥπλισε τοὺς ὑπολειφθέντας ἐν τῷ ἄστεϊ τῶν Μήδων , νέους τε καὶ πρεσβύτας ἄνδρας . ἐξαγαγὼν δὲ τούτους καὶ συμβαλὼν τοῖσι Πέρῃσι ἑσσώθη , καὶ αὐτός τε Ἀστυάγης ἐζωγρήθη καὶ τοὺς ἐξήγαγε τῶν Μήδων ἀπέβαλε .
1.129 ἐόντι δὲ αἰχμαλώτῳ τῷ Ἀστυάγεϊ προσστὰς Ἅρπαγος κατέχαιρέ τε καὶ κατεκερτόμεε , καὶ ἄλλα λέγων ἐς αὐτὸν θυμαλγέα ἔπεα , καὶ δὴ καὶ εἴρετό μιν πρὸς τὸ ἑωυτοῦ δεῖπνον , τὸ μιν ἐκεῖνος σαρξὶ τοῦ παιδὸς ἐθοίνησε , τι εἴη ἐκείνου δουλοσύνη ἀντὶ τῆς βασιληίης . δέ μιν προσιδὼν ἀντείρετο εἰ ἑωυτοῦ ποιέεται τὸ Κύρου ἔργον . Ἅρπαγος δὲ ἔφη , αὐτὸς γὰρ γράψαι , τὸ πρῆγμα ἑωυτοῦ δὴ δικαίως εἶναι .