1.126 ἐπιτελεσάντων δὲ τῶν Περσέων τὸν προκείμενον ἄεθλον , δεύτερα σφι προεῖπε ἐς τὴν ὑστεραίην παρεῖναι λελουμένους . ἐν δὲ τούτῳ τά τε αἰπόλια καὶ τὰς ποίμνας καὶ τὰ βουκόλια Κῦρος πάντα τοῦ πατρὸς συναλίσας ἐς τὠυτὸ ἔθυσε καὶ παρεσκεύαζε ὡς δεξόμενος τὸν Περσέων στρατόν , πρὸς δὲ οἴνῳ τε καὶ σιτίοισι ὡς ἐπιτηδεοτάτοισι . ἀπικομένους δὲ τῇ ὑστεραίῃ τοὺς Πέρσας κατακλίνας ἐς λειμῶνα εὐώχεε . ἐπείτε δὲ ἀπὸ δείπνου ἦσαν , εἴρετο σφέας Κῦρος κότερα τὰ τῇ προτεραίῃ εἶχον τὰ παρεόντα σφι εἴη αἱρετώτερα . οἳ δὲ ἔφασαν πολλὸν εἶναι αὐτῶν τὸ μέσον · τὴν μὲν γὰρ προτέρην ἡμέρην πάντα σφι κακὰ ἔχειν , τὴν δὲ τότε παρεοῦσαν πάντα ἀγαθά . παραλαβὼν δὲ τοῦτο τὸ ἔπος Κῦρος παρεγύμνου τὸν πάντα λόγον , λέγων ʹ ἄνδρες Πέρσαι , οὕτω ὑμῖν ἔχει . βουλομένοισι μὲν ἐμέο πείθεσθαί ἔστι τάδε τε καὶ ἄλλα μυρία ἀγαθά , οὐδένα πόνον δουλοπρεπέα ἔχουσι , μὴ βουλομένοισι δὲ ἐμέο πείθεσθαι εἰσὶ ὑμῖν πόνοι τῷ χθιζῷ παραπλήσιοι ἀναρίθμητοι . νῦν ὦν ἐμέο πειθόμενοι γίνεσθε ἐλεύθεροι . αὐτός τε γὰρ δοκέω θείῃ τύχῃ γεγονὼς τάδε ἐς χεῖρας ἄγεσθαι , καὶ ὑμέας ἥγημαι ἄνδρας Μήδων εἶναι οὐ φαυλοτέρους οὔτε τἄλλα οὔτε τὰ πολέμια . ὡς ὦν ἐχόντων ὧδε , ἀπίστασθε ἀπ’ Ἀστυάγεος τὴν ταχίστην . ʹ
1.127 πέρσαι μέν νυν προστάτεω ἐπιλαβόμενοι ἄσμενοὶ ἐλευθεροῦντο , καὶ πάλαι δεινὸν ποιεύμενοι ὑπὸ Μήδων ἄρχεσθαι . Ἀστυάγης δὲ ὡς ἐπύθετο Κῦρον ταῦτα πρήσσοντα , πέμψας ἄγγελον ἐκάλεε αὐτόν .