1.124 καὶ ἤν τε ἐγὼ ὑπὸ Ἀστυάγεος ἀποδεχθέω στρατηγὸς ἀντία σεῦ , ἔστι τοι τὰ σὺ βούλεαι , ἤν τε τῶν τις δοκίμων ἄλλος Μήδων · πρῶτοι γὰρ οὗτοι ἀποστάντες ἀπ’ ἐκείνου καὶ γενόμενοι πρὸς σέο Ἀστυάγεα καταιρέειν πειρήσονται . ὡς ὦν ἑτοίμου τοῦ γε ἐνθάδε ἐόντος , ποίεε ταῦτα καὶ ποίεε κατὰ τάχος . ʹ
1.125 ἀκούσας ταῦτα Κῦρος ἐφρόντιζε ὅτεῳ τρόπῳ σοφωτάτῳ Πέρσας ἀναπείσει ἀπίστασθαι , φροντίζων δὲ εὑρίσκεται ταῦτα καιριώτατα εἶναι · ἐποίεε δὴ ταῦτα . γράψας ἐς βυβλίον τὰ ἐβούλετο , ἁλίην τῶν Περσέων ἐποιήσατο , μετὰ δὲ ἀναπτύξας τὸ βυβλίον καὶ ἐπιλεγόμενος ἔφη Ἀστυάγεά μιν στρατηγὸν Περσέων ἀποδεικνύναι . ʹ νῦν τε , ʹ ἔφη λέγων , ʹ Πέρσαι , προαγορεύω ὑμῖν παρεῖναι ἕκαστον ἔχοντα δρέπανον . Κῦρος μὲν ταῦτα προηγόρευσε . ἔστι δὲ Πέρσεων συχνὰ γένεα , καὶ τὰ μὲν αὐτῶν Κῦρος συνάλισε καὶ ἀνέπεισε ἀπίστασθαι ἀπὸ Μήδων . ἔστι δὲ τάδε , ἐξ ὧν ὧλλοι πάντες ἀρτέαται Πέρσαι , Πασαργάδαι Μαράφιοι Μάσπιοι . τούτων Πασαργάδαι εἰσὶ ἄριστοι , ἐν τοῖσι καὶ Ἀχαιμενίδαι εἰσὶ φρήτρη , ἔνθεν οἱ βασιλέες οἱ Περσεῖδαι γεγόνασι . ἄλλοι δὲ Πέρσαι εἰσὶ οἵδε , Πανθιαλαῖοι Δηρουσιαῖοι Γερμάνιοι . οὗτοι μὲν πάντες ἀροτῆρες εἰσί , οἱ δὲ ἄλλοι νομάδες , Δάοι Μάρδοι Δροπικοὶ Σαγάρτιοι . ʹ
1.126 ὡς δὲ παρῆσαν ἅπαντες ἔχοντες τὸ προειρημένον , ἐνθαῦτα Κῦρος , ἦν γάρ τις χῶρος τῆς Περσικῆς ἀκανθώδης ὅσον τε ἐπὶ ὀκτωκαίδεκα σταδίους εἴκοσι πάντῃ , τοῦτον σφι τὸν χῶρον προεῖπε ἐξημερῶσαι ἐν ἡμέρῃ .