1.123 λαγὸν μηχανησάμενος , καὶ ἀνασχίσας τούτου τὴν γαστέρα καὶ οὐδὲν ἀποτίλας , ὡς δὲ εἶχε οὕτω ἐσέθηκε βυβλίον , γράψας τά οἱ ἐδόκεε · ἀπορράψας δὲ τοῦ λαγοῦ τὴν γαστέρα , καὶ δίκτυα δοὺς ἅτε θηρευτῇ τῶν οἰκετέων τῷ πιστοτάτῳ , ἀπέστελλε ἐς τοὺς Πέρσας , ἐντειλάμενὸς οἱ ἀπὸ γλώσσης διδόντα τὸν λαγὸν Κύρῳ ἐπειπεῖν αὐτοχειρίῃ μιν διελεῖν καὶ μηδένα οἱ ταῦτα ποιεῦντι παρεῖναι .
1.124 ταῦτά τε δὴ ὦν ἐπιτελέα ἐγίνετο καὶ Κῦρος παραλαβὼν τὸν λαγὸν ἀνέσχισε · εὑρὼν δὲ ἐν αὐτῷ τὸ βυβλίον ἐνεὸν λαβὼν ἐπελέγετο , τὰ δὲ γράμματα ἔλεγε τάδε . ʹ παῖ Καμβύσεω , σὲ γὰρ θεοὶ ἐπορῶσι · οὐ γὰρ ἂν κοτὲ ἐς τοσοῦτο τύχης ἀπίκευ · σύ νυν Ἀστυάγεα τὸν σεωυτοῦ φονέα τῖσαι . κατὰ μὲν γὰρ τὴν τούτου προθυμίην τέθνηκας , τὸ δὲ κατὰ θεούς τε καὶ ἐμὲ περίεις · τά σε καὶ πάλαι δοκέω πάντα ἐκμεμαθηκέναι , σέο τε αὐτοῦ περὶ ὡς ἐπρήχθη , καὶ οἷα ἐγὼ ὑπὸ Ἀστυάγεος πέπονθα , ὅτι σε οὐκ ἀπέκτεινα ἀλλὰ ἔδωκα τῷ βουκόλῳ . σύ νυν , ἢν βούλῃ ἐμοὶ πείθεσθαι , τῆς περ Ἀστυάγης ἄρχει χώρης , ταύτης ἁπάσης ἄρξεις . Πέρσας γὰρ ἀναπείσας ἀπίστασθαι στρατηλάτεε ἐπὶ Μήδους ·