1.122 δέ σφι ἔλεγε , φὰς πρὸ τοῦ μὲν οὐκ εἰδέναι ἀλλ’ ἡμαρτηκέναι πλεῖστον , κατ’ ὁδὸν δὲ πυθέσθαι πᾶσαν τὴν ἑωυτοῦ πάθην · ἐπίστασθαι μὲν γὰρ ὡς βουκόλου τοῦ Ἀστυάγεος εἴη παῖς , ἀπὸ δὲ τῆς κεῖθεν ὁδοῦ τὸν πάντα λόγον τῶν πομπῶν πυθέσθαι . τραφῆναι δὲ ἔλεγε ὑπὸ τῆς τοῦ βουκόλου γυναικός , ἤιέ τε ταύτην αἰνέων διὰ παντός , ἦν τέ οἱ ἐν τῷ λόγῳ τὰ πάντα Κυνώ . οἱ δὲ τοκέες παραλαβόντες τὸ οὔνομα τοῦτο , ἵνα θειοτέρως δοκέῃ τοῖσι Πέρσῃσι περιεῖναί σφι παῖς , κατέβαλον φάτιν ὡς ἐκκείμενον Κῦρον κύων ἐξέθρεψε .
1.123 ἐνθεῦτεν μὲν φάτις αὕτη κεχώρηκε . Κύρῳ δὲ ἀνδρευμένῳ καὶ ἐόντι τῶν ἡλίκων ἀνδρηιοτάτῳ καὶ προσφιλεστάτῳ προσέκειτο Ἅρπαγος δῶρα πέμπων , τίσασθαι Ἀστυάγεα ἐπιθυμέων · ἀπ’ ἑωυτοῦ γὰρ ἐόντος ἰδιώτεω οὐκ ἐνώρα τιμωρίην ἐσομένην ἐς Ἀστυάγεα , Κῦρον δὲ ὁρέων ἐπιτρεφόμενον ἐποιέετο σύμμαχον , τὰς πάθας τὰς Κύρου τῇσι ἑωυτοῦ ὁμοιούμενος . πρὸ δ’ ἔτι τούτου τάδε οἱ κατέργαστο · ἐόντος τοῦ Ἀστυάγεος πικροῦ ἐς τοὺς Μήδους , συμμίσγων ἑνὶ ἑκάστῳ Ἅρπαγος τῶν πρώτων Μήδων ἀνέπειθε ὡς χρὴ Κῦρον προστησαμένους Ἀστυάγεα παῦσαι τῆς βασιληίης . κατεργασμένου δέ οἱ τούτου καὶ ἐόντος ἑτοίμου , οὕτω δὴ τῷ Κύρῳ διαιτωμένῳ ἐν Πέρσῃσι βουλόμενος Ἅρπαγος δηλῶσαι τὴν ἑωυτοῦ γνώμην ἄλλως μὲν οὐδαμῶς εἶχε ἅτε τῶν ὁδῶν φυλασσομενέων , δὲ ἐπιτεχνᾶται τοιόνδε ·