1.120 εἶπαν πρὸς ταῦτα οἱ Μάγοι ʹ βασιλεῦ , καὶ αὐτοῖσι ἡμῖν περὶ πολλοῦ ἐστι κατορθοῦσθαι ἀρχὴν τὴν σήν . κείνως μὲν γὰρ ἀλλοτριοῦται ἐς τὸν παῖδα τοῦτον περιιοῦσα ἐόντα Πέρσην , καὶ ἡμεῖς ἐόντες Μῆδοι δουλούμεθά τε καὶ λόγου οὐδενὸς γινόμεθα πρὸς Περσέων , ἐόντες ξεῖνοι · σέο δ’ ἐνεστεῶτος βασιλέος , ἐόντος πολιήτεω , καὶ ἄρχομεν τὸ μέρος καὶ τιμὰς πρὸς σέο μεγάλας ἔχομεν . οὕτω ὦν πάντως ἡμῖν σέο καὶ τῆς σῆς ἀρχῆς προοπτέον ἐστί . καὶ νῦν εἰ φοβερόν τι ἐνωρῶμεν , πᾶν ἂν σοὶ προεφράζομεν . νῦν δὲ ἀποσκήψαντος τοῦ ἐνυπνίου ἐς φαῦλον , αὐτοί τε θαρσέομεν καὶ σοὶ ἕτερα τοιαῦτα παρακελευόμεθα . τὸν δὲ παῖδα τοῦτον ἐξ ὀφθαλμῶν ἀπόπεμψαι ἐς Πέρσας τε καὶ τοὺς γειναμένους . ʹ
1.121 ἀκούσας ταῦτα Ἀστυάγης ἐχάρη τε καὶ καλέσας τὸν Κῦρον ἔλεγέ οἱ τάδε . ʹ παῖ , σὲ γὰρ ἐγὼ δι’ ὄψιν ὀνείρου οὐ τελέην ἠδίκεον , τῇ σεωυτοῦ δὲ μοίρῃ περίεις · νῦν ὦν ἴθι χαίρων ἐς Πέρσας , πομποὺς δὲ ἐγὼ ἅμα πέμψω . ἐλθὼν δὲ ἐκεῖ πατέρα τε καὶ μητέρα εὑρήσεις οὐ κατὰ Μιτραδάτην τε τὸν βουκόλον καὶ τὴν γυναῖκα αὐτοῦ . ʹ
1.122 ταῦτα εἶπας Ἀστυάγης ἀποπέμπει τὸν Κῦρον . νοστήσαντα δέ μιν ἐς τοῦ Καμβύσεω τὰ οἰκία ἐδέξαντο οἱ γεινάμενοι , καὶ δεξάμενοι ὡς ἐπύθοντο , μεγάλως ἀσπάζοντο οἷα δὴ ἐπιστάμενοι αὐτίκα τότε τελευτῆσαι , ἱστόρεόν τε ὅτεῳ τρόπῳ περιγένοιτο .