1.120 Ἁρπάγῳ μὲν Ἀστυάγης δίκην ταύτην ἐπέθηκε , Κύπου δὲ πέρι βουλεύων ἐκάλεε τοὺς αὐτοὺς τῶν Μάγων οἳ τὸ ἐνύπνιὸν οἱ ταύτῃ ἔκριναν . ἀπικομένους δὲ εἴρετο Ἁστυάγης τῇ ἔκρινάν οἱ τὴν ὄψιν . οἳ δὲ κατὰ ταὐτὰ εἶπαν λέγοντες ὡς βασιλεῦσαι χρῆν τὸν παῖδα , εἰ ἐπέζωσε καὶ μὴ ἀπέθανε πρότερον . δὲ ἀμείβεται αὐτοὺς τοῖσιδε . ʹ ἔστι τε παῖς καὶ περίεστι , καί μιν ἐπ’ ἀγροῦ διαιτώμενον οἱ ἐκ τῆς κώμης παῖδες ἐστήσαντο βασιλέα . δὲ πάντα ὅσα περ οἱ ἀληθέι λόγῳ βασιλέες ἐτελέωσε ποιήσας · καὶ γὰρ δορυφόρους καὶ θυρωροὺς καὶ ἀγγελιηφόρους καὶ τὰ λοιπὰ πάντα διατάξας ἦρχε . καὶ νῦν ἐς τί ὑμῖν ταῦτα φαίνεται φέρειν ; ʹ εἶπαν οἱ Μάγοι ʹ εἰ μὲν περίεστί τε καὶ ἐβασίλευσε παῖς μὴ ἐκ προνοίης τινός , θάρσεέ τε τούτου εἵνεκα καὶ θυμὸν ἔχε ἀγαθόν · οὐ γὰρ ἔτι τὸ δεύτερον ἄρχει . παρὰ σμικρὰ γὰρ καὶ τῶν λογίων ἡμῖν ἔνια κεχώρηκε , καὶ τά γε τῶν ὀνειράτων ἐχόμενα τελέως ἐς ἀσθενὲς ἔρχεται . ʹ ἀμείβεται Ἀστυάγης τοῖσιδε . ʹ καὶ αὐτὸς Μάγοι ταύτῃ πλεῖστος γνώμην εἰμί , βασιλέος ὀνομασθέντος τοῦ παιδὸς ἐξήκειν τε τὸν ὄνειρον καί μοι τὸν παῖδα τοῦτον εἶναι δεινὸν ἔτι οὐδέν . ὅμως μέν γέ τοι συμβουλεύσατέ μοι εὖ περισκεψάμενοι τὰ μέλλει ἀσφαλέστατα εἶναι οἴκῳ τε τῷ ἐμῷ καὶ ὑμῖν . ʹ