1.112 τοῦτο μὲν φέρων πρόθες , τὸν δὲ τῆς Ἀστυάγεος θυγατρὸς παῖδα ὡς ἐξ ἡμέων ἐόντα τρέφωμεν . καὶ οὕτω οὔτε σὺ ἁλώσεαι ἀδικέων τοὺς δεσπότας οὔτε ἡμῖν κακῶς βεβουλευμένα ἔσται · τε γὰρ τεθνεὼς βασιληίης ταφῆς κυρήσει καὶ περιεὼν οὐκ ἀπολέει τὴν ψυχήν . ʹ
1.113 κάρτα τε ἔδοξε τῷ , βουκόλῳ πρὸς τὰ παρεόντα εὖ λέγειν γυνή , καὶ αὐτίκα ἐποίεε ταῦτα · τὸν μὲν ἔφερε θανατώσων παῖδα , τοῦτον μὲν παραδιδοῖ τῇ ἑωυτοῦ γυναικί , τὸν δὲ ἑωυτοῦ ἐόντα νεκρὸν λαβὼν ἔθηκε ἐς τὸ ἄγγος ἐν τῷ ἔφερε τὸν ἕτερον · κοσμήσας δὲ τῷ κόσμῳ παντὶ τοῦ ἑτέρου παιδός , φέρων ἐς τὸ ἐρημότατον τῶν ὀρέων τίθει . ὡς δὲ τρίτη ἡμέρη τῷ παιδίῳ ἐκκειμένῳ ἐγένετο , ἤιε ἐς πόλιν βουκόλος , τῶν τινα προβοσκῶν φύλακον αὐτοῦ καταλιπών , ἐλθὼν δὲ ἐς τοῦ Ἁρπάγου ἀποδεικνύναι ἔφη ἕτοιμος εἶναι τοῦ παιδίου τὸν νέκυν . πέμψας δὲ Ἅρπαγος τῶν ἑωυτοῦ δορυφόρων τοὺς πιστοτάτους εἶδέ τε διὰ τούτων καὶ ἔθαψε τοῦ βουκόλου τὸ παιδίον , καὶ τὸ μὲν ἐτέθαπτο , τὸν δὲ ὕστερον τούτων Κῦρον ὀνομασθέντα παραλαβοῦσα ἔτρεφε γυνὴ τοῦ βουκόλου , οὔνομα ἄλλο κού τι καὶ οὐ Κῦρον θεμένη .
1.114 καὶ ὅτε ἦν δεκαέτης παῖς , πρῆγμα ἐς αὑτὸν τοιόνδε γενόμενον ἐξέφηνέ μιν . ἔπαιζε ἐν τῇ κώμῃ ταύτῃ ἐν τῇ ἦσαν καὶ αἱ βουκολίαι αὗται , ἔπαιζε δὲ μετ’ ἄλλων ἡλίκων ἐν ὁδῷ . καὶ οἱ παῖδες παίζοντες εἵλοντο ἑωυτῶν βασιλέα εἶναι τοῦτον δὴ τὸν τοῦ βουκόλου ἐπίκλησιν παῖδα .