1.114 δὲ αὐτῶν διέταξε τοὺς μὲν οἰκίας οἰκοδομέειν , τοὺς δὲ δορυφόρους εἶναι , τὸν δέ κου τινὰ αὐτῶν ὀφθαλμὸν βασιλέος εἶναι , τῷ δὲ τινὶ τὰς ἀγγελίας φέρειν ἐδίδου γέρας , ὡς ἑκάστῳ ἔργον προστάσσων . εἷς δὴ τούτων τῶν παίδων συμπαίζων , ἐὼν Ἀρτεμβάρεος παῖς ἀνδρὸς δοκίμου ἐν Μήδοισι , οὐ γὰρ δὴ ἐποίησε τὸ προσταχθὲν ἐκ τοῦ Κύρου , ἐκέλευε αὐτὸν τοὺς ἄλλους παῖδας διαλαβεῖν , πειθομένων δὲ τῶν παίδων Κῦρος τὸν παῖδα τρηχέως κάρτα περιέσπε μαστιγέων . δὲ ἐπείτε μετείθη τάχιστα , ὡς γε δὴ ἀνάξια ἑωυτοῦ παθών , μᾶλλόν τι περιημέκτεε , κατελθὼν δὲ ἐς πόλιν πρὸς τὸν πατέρα ἀποικτίζετο τῶν ὑπὸ Κύρου ἤντησε , λέγων δὲ οὐ Κύρου ʹοὐ γάρ κω ἦν τοῦτο τοὔνομἀ , ἀλλὰ πρὸς τοῦ βουκόλου τοῦ Ἀστυάγεος παιδός . δὲ Ἀρτεμβάρης ὀργῇ ὡς εἶχε ἐλθὼν παρὰ τὸν Ἀστυάγεα καὶ ἅμα ἀγόμενος τὸν παῖδα ἀνάρσια πρήγματα ἔφη πεπονθέναι , λέγων ʹ βασιλεῦ , ὑπὸ τοῦ σοῦ δούλου , βουκόλου δὲ παιδὸς ὧδε περιυβρίσμεθα , ʹ δεικνὺς τοῦ παιδὸς τοὺς ὤμους .
1.115 ἀκούσας δὲ καὶ ἰδὼν Ἀστυάγης , θέλων τιμωρῆσαι τῷ παιδὶ τιμῆς τῆς Ἀρτεμβάρεος εἵνεκα , μετεπέμπετο τόν τε βουκόλον καὶ τὸν παῖδα . ἐπείτε δὲ παρῆσαν ἀμφότεροι , βλέψας πρὸς τὸν Κῦρον Ἀστυάγης ἔφη