1.111 ὡς δὲ τάχιστα ἐσῆλθον , ὁρέω παιδίον προκείμενον ἀσπαῖρόν τε καὶ κραυγανόμενον , κεκοσμημένον χρυσῷ τε καὶ ἐσθῆτι ποικίλῃ . Ἅρπαγος δὲ ὡς εἶδέ με , ἐκέλευε τὴν ταχίστην ἀναλαβόντα τὸ παιδίον οἴχεσθαι φέροντα καὶ θεῖναι ἔνθα θηριωδέστατον εἴη τῶν ὀρέων , φὰς Ἀστυάγεα εἶναι τὸν ταῦτα ἐπιθέμενόν μοι , πόλλ’ ἀπειλήσας εἰ μή σφεα ποιήσαιμι . καὶ ἐγὼ ἀναλαβὼν ἔφερον , δοκέων τῶν τινος οἰκετέων εἶναι · οὐ γὰρ ἂν κοτὲ κατέδοξα ἔνθεν γε ἦν . ἐθάμβεον δὲ ὁρέων χρυσῷ τε καὶ εἵμασι κεκοσμημένον , πρὸς δὲ καὶ κλαυθμὸν κατεστεῶτα ἐμφανέα ἐν Ἁρπάγου . καὶ πρόκατε δὴ κατ’ ὁδὸν πυνθάνομαι τὸν πάντα λόγον θεράποντος , ὃς ἐμὲ προπέμπων ἔξω πόλιος ἐνεχείρισε τὸ βρέφος , ὡς ἄρα Μανδάνης τε εἴη παῖς τῆς Ἀστυάγεος θυγατρὸς καὶ Καμβύσεω τοῦ Κύρου , καί μιν Ἀστυάγης ἐντέλλεται ἀποκτεῖναι . νῦν τε ὅδε ἐστί . ʹ
1.112 ἅμα δὲ ταῦτα ἔλεγε βουκόλος καὶ ἐκκαλύψας ἀπεδείκνυε . δὲ ὡς εἶδε τὸ παιδίον μέγα τε καὶ εὐειδὲς ἐόν , δακρύσασα καὶ λαβομένη τῶν γουνάτων τοῦ ἀνδρὸς ἐχρήιζε μηδεμιῇ τέχνῃ ἐκθεῖναί μιν . δὲ οὐκ ἔφη οἷός τ’ εἶναι ἄλλως αὐτὰ ποιέειν · ἐπιφοιτήσειν γὰρ κατασκόπους ἐξ Ἁρπάγου ἐποψομένους , ἀπολέεσθαί τε κάκιστα ἢν μὴ σφεα ποιήσῃ . ὡς δὲ οὐκ ἔπειθε ἄρα τὸν ἄνδρα , δευτέρα λέγει γυνὴ τάδε . ʹ ἐπεὶ τοίνυν οὐ δύναμαί σε πείθειν μὴ ἐκθεῖναι , σὺ δὲ ὧδε ποίησον , εἰ δὴ πᾶσα ἀνάγκη ὀφθῆναι ἐκκείμενον . τέτοκα γὰρ καὶ ἐγώ , τέτοκα δὲ τεθνεός .