1.110 ἐπεὶ ὦν βουκόλος σπουδῇ πολλῇ καλεόμενος ἀπίκετο , ἔλεγε Ἅρπαγος τάδε . ʹ κελεύει σε Ἀστυάγης τὸ παιδίον τοῦτο λαβόντα θεῖναι ἐς τὸ ἐρημότατον τῶν ὀρέων , ὅκως ἂν τάχιστα διαφθαρείη · καὶ τάδε τοὶ ἐκέλευσε εἰπεῖν , ἢν μὴ ἀποκτείνῃς αὐτὸ ἀλλὰ τεῷ τρόπῳ περιποιήσῃς , ὀλέθρῳ τῷ κακίστῳ σε διαχρήσεσθαι . ἐπορᾶν δὲ ἐκκείμενον τέταγμαι ἐγώ . ʹ
1.111 ταῦτα ἀκούσας βουκόλος καὶ ἀναλαβὼν τὸ παιδίον ἤιε τὴν αὐτὴν ὀπίσω ὁδὸν καὶ ἀπικνέεται ἐς τὴν ἔπαυλιν . τῷ δ’ ἄρα καὶ αὐτῷ γυνή , ἐπίτεξ ἐοῦσα πᾶσαν ἡμέρην , τότε κως κατὰ δαίμονα τίκτει οἰχομένου τοῦ βουκόλου ἐς πόλιν . ἦσαν δὲ ἐν φροντίδι ἀμφότεροι ἀλλήλων πέρι , μὲν τοῦ τόκου τῆς γυναικὸς ἀρρωδέων , δὲ γυνὴ τι οὐκ ἐωθὼς Ἅρπαγος μεταπέμψαιτο αὐτῆς τὸν ἄνδρα . ἐπείτε δὲ ἀπονοστήσας ἐπέστη , οἷα ἐξ ἀέλπτου ἰδοῦσα γυνὴ εἴρετο προτέρη τι μιν οὕτω προθύμως Ἅρπαγος μετεπέμψατο . δὲ εἶπε ʹ γύναι , εἶδόν τε ἐς πόλιν ἐλθὼν καὶ ἤκουσα τὸ μήτε ἰδεῖν ὄφελον μήτε κοτὲ γενέσθαι ἐς δεσπότας τοὺς ἡμετέρους . οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο , ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω .