1.109 δὲ πρὸς αὐτὸν λέγει ʹ νῦν ὦν τί σοὶ ἐν νόῳ ἐστὶ ποιέειν ; ʹ δὲ ἀμείβεται ʹ οὐ τῇ ἐνετέλλετο Ἀστυάγης , οὐδ’ εἰ παραφρονήσει τε καὶ μανέεται κάκιον νῦν μαίνεται , οὔ οἱ ἔγωγε προσθήσομαι τῇ γνώμῃ οὐδὲ ἐς φόνον τοιοῦτον ὑπηρετήσω . πολλῶν δὲ εἵνεκα οὐ φονεύσω μιν , καὶ ὅτι αὐτῷ μοι συγγενής ἐστὶ παῖς , καὶ ὅτι Ἀστυάγης μὲν ἐστὶ γέρων καὶ ἅπαις ἔρσενος γόνου · εἰ δ’ ἐθελήσει τούτου τελευτήσαντος ἐς τὴν θυγατέρα ταύτην ἀναβῆναι τυραννίς , τῆς νῦν τὸν υἱὸν κτείνει δι’ ἐμεῦ , ἄλλο τι λείπεται τὸ ἐνθεῦτεν ἐμοὶ κινδύνων μέγιστος ; ἀλλὰ τοῦ μὲν ἀσφαλέος εἵνεκα ἐμοὶ δεῖ τοῦτον τελευτᾶν τὸν παῖδα , δεῖ μέντοι τῶν τινα Ἀστυάγεος αὐτοῦ φονέα γενέσθαι καὶ μὴ τῶν ἐμῶν . ʹ
1.110 ταῦτα εἶπε καὶ αὐτίκα ἄγγελον ἔπεμπε ἐπὶ τῶν βουκόλων τῶν Ἀστυάγεος τὸν ἠπίστατο νομάς τε ἐπιτηδεοτάτας νέμοντα καὶ ὄρεα θηριωδέστατα · τῷ οὔνομα ἦν Μιτραδάτης , συνοίκεε δὲ ἑωυτοῦ συνδούλῃ , οὔνομα δὲ τῇ γυναικὶ ἦν τῇ συνοίκεε Κυνὼ κατὰ τὴν Ἑλλήνων γλῶσσαν , κατὰ δὲ τὴν Μηδικὴν Σπακώ · τὴν γὰρ κύνα καλέουσι σπάκα Μῆδοι . αἱ δὲ ὑπώρεαί εἰσὶ τῶν ὀρέων , ἔνθα τὰς νομὰς τῶν βοῶν εἶχε οὗτος δὴ βουκόλος , πρὸς βορέω τε ἀνέμου τῶν Ἀγβατάνων καὶ πρὸς τοῦ πόντου τοῦ Εὐξείνου · ταύτῃ μὲν γὰρ Μηδικὴ χωρῇ πρὸς Σασπείρων ὀρεινή ἐστι κάρτα καὶ ὑψηλή τε καὶ ἴδῃσι συνηρεφής , δὲ ἄλλη Μηδικὴ χωρῇ ἐστὶ πᾶσα ἄπεδος .