1.108 συνοικεούσης δὲ τῷ Καμβύσῃ τῆς Μανδάνης , Ἀστυάγης τῷ πρώτῳ ἔτεϊ εἶδε ἄλλην ὄψιν , ἐδόκεε δέ οἱ ἐκ τῶν αἰδοίων τῆς θυγατρὸς ταύτης φῦναι ἄμπελον , τὴν δὲ ἄμπελον ἐπισχεῖν τὴν Ἀσίην πᾶσαν . ἰδὼν δὲ τοῦτο καὶ ὑπερθέμενος τοῖσι ὀνειροπόλοισι , μετεπέμψατο ἐκ τῶν Περσέων τὴν θυγατέρα ἐπίτεκα ἐοῦσαν , ἀπικομένην δὲ ἐφύλασσε βουλόμενος τὸ γενόμενον ἐξ αὐτῆς διαφθεῖραι · ἐκ γάρ οἱ τῆς ὄψιος οἱ τῶν Μάγων ὀνειροπόλοι ἐσήμαινον ὅτι μέλλοι τῆς θυγατρὸς αὐτοῦ γόνος βασιλεύσειν ἀντὶ ἐκείνου . ταῦτα δὴ ὦν φυλασσόμενος Ἀστυάγης , ὡς ἐγένετο Κῦρος , καλέσας Ἅρπαγον ἄνδρα οἰκήιον καὶ πιστότατόν τε Μήδων καὶ πάντων ἐπίτροπον τῶν ἑωυτοῦ , ἔλεγὲ οἱ τοιάδε . ʹ Ἅρπαγε , πρῆγμα τὸ ἄν τοι προσθέω , μηδαμῶς παραχρήσῃ , μηδὲ ἐμέ τε παραβάλῃ καὶ ἄλλους ἑλόμενος ἐξ ὑστέρης σοὶ αὐτῷ περιπέσῃς · λάβε τὸν Μανδάνη ἔτεκε παῖδα , φέρων δὲ ἐς σεωυτοῦ ἀπόκτεινον , μετὰ δὲ θάψον τρόπῳ ὅτεῳ αὐτὸς βούλεαι . ʹ δὲ ἀμείβεται ʹ βασιλεῦ , οὔτε ἄλλοτε κω παρεῖδες ἀνδρὶ τῷδε ἄχαρι οὐδέν , φυλασσόμεθα δὲ ἐς σὲ καὶ ἐς τὸν μετέπειτα χρόνον μηδὲν ἐξαμαρτεῖν . ἀλλ’ εἲ τοι φίλον τοῦτο οὕτω γίνεσθαι , χρὴ δὴ τό γε ἐμὸν ὑπηρετέεσθαι ἐπιτηδέως . ʹ
1.109 τούτοισι ἀμειψάμενος Ἅρπαγος , ὥς οἱ παρεδόθη τὸ παιδίον κεκοσμημένον τὴν ἐπὶ θανάτῳ ἤιε κλαίων ἐς τὰ οἰκία · παρελθὼν δὲ ἔφραζε τῇ ἑωυτοῦ γυναικὶ τὸν πάντα Ἀστυάγεος ῥηθέντα λόγον .