1.106 ἐπὶ μέν νυν ὀκτὼ καὶ εἴκοσι ἔτεα ἦρχον τῆς Ἀσίης οἱ Σκύθαι , καὶ τὰ πάντα σφι ὑπό τε ὕβριος καὶ ὀλιγωρίης ἀνάστατα ἦν · χωρὶς μὲν γὰρ φόρον ἔπρησσον παρ’ ἑκάστων τὸν ἑκάστοισι ἐπέβαλλον , χωρὶς δὲ τοῦ φόρου ἥρπαζον περιελαύνοντες τοῦτο τι ἔχοιεν ἕκαστοι . καὶ τούτων μὲν τοὺς πλεῦνας Κυαξάρης τε καὶ Μῆδοι ξεινίσαντες καὶ καταμεθύσαντες κατεφόνευσαν , καὶ οὕτω ἀνεσώσαντο τὴν ἀρχὴν Μῆδοι καὶ ἐπεκράτεον τῶν περ καὶ πρότερον , καὶ τήν τε Νίνον εἷλον ʹὡς δὲ εἷλον ἐν ἑτέροισι λόγοισι δηλώσὠ καὶ τοὺς Ἀσσυρίους ὑποχειρίους ἐποιήσαντο πλὴν τῆς Βαβυλωνίης μοίρης .
1.107 μετὰ δὲ ταῦτα Κυαξάρης μέν , βασιλεύσας τεσσεράκοντα ἔτεα σὺν τοῖσι Σκύθαι ἦρξαν , τελευτᾷ , ἐκδέκεται δὲ Ἀστυάγης Κυαξάρεω παῖς τὴν βασιληίην . Καὶ οἱ ἐγένετο θυγάτηρ τῇ οὔνομα ἔθετο Μανδάνην · τὴν ἐδόκεε Ἀστυάγης ἐν τῷ ὕπνῳ οὐρῆσαι τοσοῦτον ὥστε πλῆσαι μὲν τὴν ἑωυτοῦ πόλιν , ἐπικατακλύσαι δὲ καὶ τὴν Ἀσίην πᾶσαν . ὑπερθέμενος δὲ τῶν Μάγων τοῖσι ὀνειροπόλοισι τὸ ἐνύπνιον , ἐφοβήθη παρ’ αὐτῶν αὐτὰ ἕκαστα μαθών . μετὰ δὲ τὴν Μανδάνην ταύτην ἐοῦσαν ἤδη ἀνδρὸς ὡραίην Μήδων μὲν τῶν ἑωυτοῦ ἀξίων οὐδενὶ διδοῖ γυναῖκα , δεδοικὼς τὴν ὄψιν · δὲ Πέρσῃ διδοῖ τῷ οὔνομα ἦν Καμβύσης , τὸν εὕρισκε οἰκίης μὲν ἐόντα ἀγαθῆς τρόπου δὲ ἡσυχίου , πολλῷ ἔνερθε ἄγων αὐτὸν μέσου ἀνδρὸς Μήδου .