1.104 ἔστι δὲ ἀπὸ τῆς λίμνης τῆς Μαιήτιδος ἐπὶ Φᾶσιν ποταμὸν καὶ ἐς Κόλχους τριήκοντα ἡμερέων εὐζώνῳ ὁδός , ἐκ δὲ τῆς Κολχίδος οὐ πολλὸν ὑπερβῆναι ἐς τὴν Μηδικήν , ἀλλ’ ἓν τὸ διὰ μέσου ἔθνος αὐτῶν ἐστι , Σάσπειρες , τοῦτο δὲ παραμειβομένοισι εἶναι ἐν τῇ Μηδικῇ . οὐ μέντοι οἵ γε Σκύθαι ταύτῃ ἐσέβαλον , ἀλλὰ τὴν κατύπερθε ὁδὸν πολλῷ μακροτέρην ἐκτραπόμενοι , ἐν δεξιῇ ἔχοντες τὸ Καυκάσιον ὄρος . ἐνθαῦτα οἱ μὲν Μῆδοι συμβαλόντες τοῖσι Σκύθῃσι καὶ ἑσσωθέντες τῇ μάχῃ τῆς ἀρχῆς κατελύθησαν . οἱ δὲ Σκύθαι τὴν Ἀσίην πᾶσαν ἐπέσχον .
1.105 ἐνθεῦτεν δὲ ἤισαν ἐπ’ Αἴγυπτον . καὶ ἐπείτε ἐγένοντο ἐν τῇ Παλαιστίνῃ Συρίῃ , Ψαμμήτιχος σφέας Αἰγύπτου βασιλεὺς ἀντιάσας δώροισί τε καὶ λιτῇσι ἀποτράπει τὸ προσωτέρω μὴ πορεύεσθαι . οἳ δὲ ἐπείτε ἀναχωρέοντες ὀπίσω ἐγένοντο τῆς Συρίης ἐν Ἀσκάλωνι πόλι , τῶν πλεόνων Σκυθέων παρεξελθόντων ἀσινέων , ὀλίγοι τινὲς αὐτῶν ὑπολειφθέντες ἐσύλησαν τῆς οὐρανίης Ἀφροδίτης τὸ ἱρόν . ἔστι δὲ τοῦτο τὸ ἱρόν , ὡς ἐγὼ πυνθανόμενος εὑρίσκω , πάντων ἀρχαιότατον ἱρῶν ὅσα ταύτης τῆς θεοῦ · καὶ γὰρ τὸ ἐν Κύπρῳ ἱρὸν ἐνθεῦτεν ἐγένετο , ὡς αὐτοὶ Κύπριοι λέγουσι , καὶ τὸ ἐν Κυθήροισι Φοίνικές εἰσὶ οἱ ἱδρυσάμενοι ἐκ ταύτης τῆς Συρίης ἐόντες . τοῖσι δὲ τῶν Σκυθέων συλήσασι τὸ ἱρὸν τὸ ἐν Ἀσκάλωνι καὶ τοῖσι τούτων αἰεὶ ἐκγόνοισι ἐνέσκηψε θεὸς θήλεαν νοῦσον · ὥστε ἅμα λέγουσί τε οἱ Σκύθαι διὰ τοῦτο σφέας νοσέειν , καὶ ὁρᾶν παρ’ ἑωυτοῖσι τοὺς ἀπικνεομένους ἐς τὴν Σκυθικὴν χώρην ὡς διακέαται τοὺς καλέουσι Ἐνάρεας οἱ Σκύθαι .