1.102 μετὰ δὲ ἔχων δύο ταῦτα ἔθνεα καὶ ἀμφότερα ἰσχυρά , κατεστρέφετο τὴν Ἀσίην ἀπ’ ἄλλου ἐπ’ ἄλλο ἰὼν ἔθνος , ἐς στρατευσάμενος ἐπὶ τοὺς Ἀσσυρίους καὶ Ἀσσυρίων , τούτους οἳ Νίνον εἶχον καὶ ἦρχον πρότερον πάντων , τότε δὲ ἦσαν μεμουνωμένοι μὲν συμμάχων ἅτε ἀπεστεώτων , ἄλλως μέντοι ἑωυτῶν εὖ ἥκοντες , ἐπὶ τούτους δὴ στρατευσάμενος Φραόρτης αὐτός τε διεφθάρη , ἄρξας δύο καὶ εἴκοσι ἔτεα , καὶ στρατὸς αὐτοῦ πολλός .
1.103 Φραόρτεω δὲ τελευτήσαντος ἐξεδέξατο Κυαξάρης Φραόρτεω τοῦ Δηιόκεω παῖς . οὗτος λέγεται πολλὸν ἔτι γενέσθαι ἀλκιμώτερος τῶν προγόνων , καὶ πρῶτός τε ἐλόχισε κατὰ τέλεα τοὺς ἐν τῇ , Ἀσίῃ καὶ πρῶτος διέταξε χωρὶς ἑκάστους εἶναι , τούς τε αἰχμοφόρους καὶ τοὺς τοξοφόρους καὶ τοὺς ἱππέας · πρὸ τοῦ δὲ ἀναμὶξ ἦν πάντα ὁμοίως ἀναπεφυρμένα . οὗτος τοῖσι Λυδοῖσι ἐστὶ μαχεσάμενος ὅτε νὺξ ἡμέρη ἐγένετό σφι μαχομένοισι , καὶ τὴν Ἅλυος ποταμοῦ ἄνω Ἀσίην πᾶσαν συστήσας ἑωυτῷ . συλλέξας δὲ τοὺς ὑπ’ ἑωυτῷ ἀρχομένους πάντας ἐστρατεύετο ἐπὶ τὴν Νίνον , τιμωρέων τε τῷ πατρὶ καὶ τὴν πόλιν ταύτην θέλων ἐξελεῖν . καί οἱ , ὡς συμβαλὼν ἐνίκησε τοὺς Ἀσσυρίους , περικατημένῳ τὴν Νίνον ἐπῆλθε Σκυθέων στρατὸς μέγας , ἦγε δὲ αὐτοὺς βασιλεὺς Σκυθέων Μαδύης Προτοθύεω παῖς · οἳ ἐσέβαλον μὲν ἐς τὴν Ἀσίην Κιμμερίους ἐκβαλόντες ἐκ τῆς Εὐρώπης , τούτοισι δὲ ἐπισπόμενοι φεύγουσι οὕτω ἐς τὴν Μηδικὴν χώρην ἀπίκοντο .