1.99 ταῦτα δὲ περὶ ἑωυτὸν ἐσέμνυνε τῶνδε εἵνεκεν , ὅκως ἂν μὴ ὁρῶντες οἱ ὁμήλικες , ἐόντες σύντροφοί τε ἐκείνῳ καὶ οἰκίης οὐ φλαυροτέρης οὐδὲ ἐς ἀνδραγαθίην λειπόμενοι , λυπεοίατο καὶ ἐπιβουλεύοιεν , ἀλλ’ ἑτεροῖός σφι δοκέοι εἶναι μὴ ὁρῶσι .
1.100 ἐπείτε δὲ ταῦτα διεκόσμησε καὶ ἐκράτυνε ἑωυτὸν τῇ τυραννίδι , ἦν τὸ δίκαιον φυλάσσων χαλεπός · καὶ τάς τε δίκας γράφοντες ἔσω παρ’ ἐκεῖνον ἐσπέμπεσκον , καὶ ἐκεῖνος διακρίνων τὰς ἐσφερομένας ἐκπέμπεσκε . ταῦτα μὲν κατὰ τὰς δίκας ἐποίεε , τάδε δὲ ἄλλα ἐκεκοσμέατὸ οἱ · εἴ τινα πυνθάνοιτο ὑβρίζοντα , τοῦτον ὅκως μεταπέμψαιτο κατ’ ἀξίην ἑκάστου ἀδικήματος ἐδικαίευ , καὶ οἱ κατάσκοποί τε καὶ κατήκοοι ἦσαν ἀνὰ πᾶσαν τὴν χώρην τῆς ἦρχε .
1.101 Δηιόκης μέν νυν τὸ Μηδικὸν ἔθνος συνέστρεψε μοῦνον καὶ τοῦτον ἦρξε · ἔστι δὲ Μήδων τοσάδε γένεα , Βοῦσαι Παρητακηνοὶ Στρούχατες Ἀριζαντοὶ Βούδιοι Μάγοι . γένεα μὲν δὴ Μήδων ἐστὶ τοσάδε .
1.102 Δηιόκεω δὲ παῖς γίνεται Φραόρτης , ὃς τελευτήσαντος Δηιόκεω , βασιλεύσαντος τρία καὶ πεντήκοντα ἔτεα , παρεδέξατο τὴν ἀρχήν , παραδεξάμενος δὲ οὐκ ἀπεχρᾶτο μούνων Μήδων ἄρχειν , ἀλλὰ στρατευσάμενος ἐπὶ τοὺς Πέρσας πρώτοισί τε τούτοισι ἐπεθήκατο καὶ πρώτους Μήδων ὑπηκόους ἐποίησε .