1.98 δὲ ὡς ἔσχε τὴν ἀρχήν , τοὺς Μήδους ἠνάγκασε ἓν πόλισμα ποιήσασθαι καὶ τοῦτο περιστέλλοντας τῶν ἄλλων ἧσσον ἐπιμέλεσθαι . πειθομένων δὲ καὶ ταῦτα τῶν Μήδων οἰκοδομέει τείχεα μεγάλα τε καὶ καρτερὰ ταῦτα τὰ νῦν Ἀγβάτανα κέκληται , ἕτερον ἑτέρῳ κύκλῳ ἐνεστεῶτα . μεμηχάνηται δὲ οὕτω τοῦτο τὸ τεῖχος ὥστε ἕτερος τοῦ ἑτέρου κύκλος τοῖσι προμαχεῶσι μούνοισι ἐστι ὑψηλότερος . τὸ μέν κού τι καὶ τὸ χωρίον συμμαχέει κολωνὸς ἐὼν ὥστε τοιοῦτο εἶναι , τὸ δὲ καὶ μᾶλλόν τι ἐπετηδεύθη . κύκλων δ’ ἐόντων τῶν συναπάντων ἑπτά , ἐν δὴ τῷ τελευταίῳ τὰ βασιλήια ἔνεστι καὶ οἱ θησαυροί . τὸ δ’ αὐτῶν μέγιστον ἐστὶ τεῖχος κατὰ τὸν Ἀθηνέων κύκλον μάλιστά κῃ τὸ μέγαθος . τοῦ μὲν δὴ πρώτου κύκλου οἱ προμαχεῶνες εἰσὶ λευκοί , τοῦ δὲ δευτέρου μέλανες , τρίτου δὲ κύκλου φοινίκεοι , τετάρτου δὲ κυάνεοι , πέμπτου δὲ σανδαράκινοι . οὕτω τῶν πέντε κύκλων οἱ προμαχεῶνες ἠνθισμένοι εἰσὶ φαρμάκοισι · δύο δὲ οἱ τελευταῖοί εἰσὶ μὲν καταργυρωμένους δὲ κατακεχρυσωμένους ἔχων τοὺς προμαχεῶνας .
1.99 ταῦτα μὲν δὴ Δηιόκης ἑωυτῷ τε ἐτείχεε καὶ περὶ τὰ ἑωυτοῦ οἰκία , τὸν δὲ ἄλλον δῆμον πέριξ ἐκέλευε τὸ τεῖχος οἰκέειν . οἰκοδομηθέντων δὲ πάντων κόσμον τόνδε Δηιόκης πρῶτος ἐστὶ καταστησάμενος , μήτε ἐσιέναι παρὰ βασιλέα μηδένα , δι’ ἀγγέλων δὲ πάντα χρᾶσθαι , ὁρᾶσθαι τε βασιλέα ὑπὸ μηδενός , πρός τε τούτοισι ἔτι γελᾶν τε καὶ ἀντίον πτύειν καὶ ἅπασι εἶναι τοῦτό γε αἰσχρόν .