1.97 πλεῦνος δὲ αἰεὶ γινομένου τοῦ ἐπιφοιτέοντος , οἷα πυνθανομένων τὰς δίκας ἀποβαίνειν κατὰ τὸ ἐόν , γνοὺς Δηιόκης ἐς ἑωυτὸν πᾶν ἀνακείμενον οὔτε κατίζειν ἔτι ἤθελε ἔνθα περ πρότερον προκατίζων ἐδίκαζε , οὔτ’ ἔφη δίκαν ἔτι · οὐ γὰρ οἱ λυσιτελέειν τῶν ἑωυτοῦ ἐξημεληκότα τοῖσι πέλας δι’ ἡμέρης δικάζειν . ἐούσης ὦν ἁρπαγῆς καὶ ἀνομίης ἔτι πολλῷ μᾶλλον ἀνὰ τὰς κώμας πρότερον ἦν , συνελέχθησαν οἱ Μῆδοι ἐς τὠυτὸ καὶ ἐδίδοσαν σφίσι λόγον , λέγοντες περὶ τῶν κατηκόντων . ὡς δ’ ἐγὼ δοκέω , μάλιστα ἔλεγον οἱ τοῦ Δηιόκεω φίλοι ʹ οὐ γὰρ δὴ τρόπῳ τῷ παρεόντι χρεώμενοι δυνατοὶ εἰμὲν οἰκέειν τὴν χώρην , φέρε στήσωμεν ἡμέων αὐτῶν βασιλέα · καὶ οὕτω τε χωρῇ εὐνομήσεται καὶ αὐτοὶ πρὸς ἔργα τρεψόμεθα , οὐδὲ ὑπ’ ἀνομίης ἀνάστατοι ἐσόμεθα . ʹ ταῦτά κῃ λέγοντες πείθουσι ἑωυτοὺς βασιλεύεσθαι .
1.98 αὐτίκα δὲ προβαλλομένων ὅντινα στήσονται βασιλέα , Δηιόκης ἦν πολλὸς ὑπὸ παντὸς ἀνδρὸς καὶ προβαλλόμενος καὶ αἰνεόμενος , ἐς τοῦτον καταινέουσι βασιλέα σφίσι εἶναι . δ’ ἐκέλευε αὐτοὺς οἰκία τε ἑωυτῷ ἄξια τῆς βασιληίης οἰκοδομῆσαι καὶ κρατῦναι αὐτὸν δορυφόροισι · ποιεῦσι δὴ ταῦτα οἱ Μῆδοι . οἰκοδομέουσί τε γὰρ αὐτῷ οἰκία μεγάλα τε καὶ ἰσχυρά , ἵνα αὐτὸς ἔφρασε τῆς χώρης , καὶ δορυφόρους αὐτῷ ἐπιτρέπουσι ἐκ πάντων Μήδων καταλέξασθαι .