1.95 Ἀσσυρίων ἀρχόντων τῆς ἄνω Ἀσίης ἐπ’ ἔτεα εἴκοσι καὶ πεντακόσια , πρῶτοι ἀπ’ αὐτῶν Μῆδοι ἤρξαντο ἀπίστασθαι , καὶ κως οὗτοι περὶ τῆς ἐλευθερίης μαχεσάμενοι τοῖσι Ἀσσυρίοισι ἐγένοντο ἄνδρες ἀγαθοί , καὶ ἀπωσάμενοι τὴν δουλοσύνην ἐλευθερώθησαν . μετὰ δὲ τούτους καὶ τὰ ἄλλα ἔθνεα ἐποίεε τὠυτὸ τοῖσι Μήδοισι .
1.96 ἐόντων δὲ αὐτονόμων πάντων ἀνὰ τὴν ἤπειρον , ὧδε αὖτις ἐς τυραννίδα περιῆλθον . ἀνὴρ ἐν τοῖσι Μήδοισι ἐγένετο σοφὸς τῷ οὔνομα ἦν Δηιόκης , παῖς δ’ ἦν Φραόρτεω . οὗτος Δηιόκης ἐρασθεὶς τυραννίδος ἐποίεε τοιάδε . κατοικημένων τῶν Μήδων κατὰ κώμας , ἐν τῇ ἑωυτοῦ ἐὼν καὶ πρότερον δόκιμος καὶ μᾶλλόν τι καὶ προθυμότερον δικαιοσύνην ἐπιθέμενος ἤσκεε · καὶ ταῦτα μέντοι ἐούσης ἀνομίης πολλῆς ἀνὰ πᾶσαν τὴν Μηδικὴν ἐποίεε , ἐπιστάμενος ὅτι τῷ δικαίῳ τὸ ἄδικον πολέμιον ἐστί . οἱ δ’ ἐκ τῆς αὐτῆς κώμης Μῆδοι ὁρῶντες αὐτοῦ τοὺς τρόπους δικαστήν μιν ἑωυτῶν αἱρέοντο . δὲ δή , οἷα μνώμενος ἀρχήν , ἰθύς τε καὶ δίκαιος ἦν , ποιέων τε ταῦτα ἔπαινον εἶχε οὐκ ὀλίγον πρὸς τῶν πολιητέων , οὕτω ὥστε πυνθανόμενοι οἱ ἐν τῇσι ἄλλῃσι κώμῃσι ὡς Δηιόκης εἴη ἀνὴρ μοῦνος κατὰ τὸ ὀρθὸν δικάζων , πρότερον περιπίπτοντες ἀδίκοισι γνώμῃσι , τότε ἐπείτε ἤκουσαν ἄσμενοι , ἐφοίτων παρὰ τὸν Δηιόκεα καὶ αὐτοὶ δικασόμενοι , τέλος δὲ οὐδενὶ ἄλλῳ ἐπετράποντο .