1.92 τὰ δ’ ἐν Βραγχίδῃσι τῇσι Μιλησίων ἀναθήματα Κροίσῳ , ὡς ἐγὼ πυνθάνομαι , ἴσα τε σταθμὸν καὶ ὅμοια τοῖσι ἐν Δελφοῖσι { ... } τὰ μέν νυν ἔς τε Δελφοὺς καὶ ἐς τοῦ Ἀμφιάρεω ἀνέθηκε οἰκήιά τε ἐόντα καὶ τῶν πατρωίων χρημάτων ἀπαρχήν · τὰ δὲ ἄλλα ἀναθήματα ἐξ ἀνδρὸς ἐγένετο οὐσίης ἐχθροῦ , ὅς οἱ πρὶν βασιλεῦσαι ἀντιστασιώτης κατεστήκεε , συσπεύδων Πανταλέοντι γενέσθαι τὴν Λυδῶν ἀρχήν . δὲ Πανταλέων ἦν Ἀλυάττεω μὲν παῖς , Κροίσου δὲ ἀδελφεὸς οὐκ ὁμομήτριος · Κροῖσος μὲν γὰρ ἐκ Καείρης ἦν γυναικὸς Ἀλυάττῃ , Πανταλέων δὲ ἐξ Ἰάδος . ἐπείτε δὲ δόντος τοῦ πατρὸς ἐκράτησε τῆς ἀρχῆς Κροῖσος , τὸν ἄνθρωπον τὸν ἀντιπρήσσοντα ἐπὶ κνάφου ἕλκων διέφθειρε , τὴν δὲ οὐσίην αὐτοῦ ἔτι πρότερον κατιρώσας τότε τρόπῳ τῷ εἰρημένῳ ἀνέθηκε ἐς τὰ εἴρηται . καὶ περὶ μὲν ἀναθημάτων τοσαῦτα εἰρήσθω .
1.93 θώματα δὲ γῆ Λυδίη ἐς συγγραφὴν οὐ μάλα ἔχει , οἷά τε καὶ ἄλλη χώρη , πάρεξ τοῦ ἐκ τοῦ Τμώλου καταφερομένου ψήγματος . ἓν δὲ ἔργον πολλὸν μέγιστον παρέχεται χωρὶς τῶν τε Αἰγυπτίων ἔργων καὶ τῶν Βαβυλωνίων · ἔστι αὐτόθι Ἀλυάττεω τοῦ Κροίσου πατρὸς σῆμα , τοῦ κρηπὶς μὲν ἐστὶ λίθων μεγάλων , τὸ δὲ ἄλλο σῆμα χῶμα γῆς . ἐξεργάσαντο δέ μιν οἱ ἀγοραῖοι ἄνθρωποι καὶ οἱ χειρώνακτες καὶ αἱ ἐνεργαζόμεναι παιδίσκαι . οὖροι δὲ πέντε ἐόντες ἔτι καὶ ἐς ἐμὲ ἦσαν ἐπὶ τοῦ σήματος ἄνω , καί σφι γράμματα ἐνεκεκόλαπτο τὰ ἕκαστοι ἐξεργάσαντο , καὶ ἐφαίνετο μετρεόμενον τὸ τῶν παιδισκέων ἔργον ἐὸν μέγιστον .