1.91 κατὰ δὲ τὸ μαντήιον τὸ γενόμενον οὐκ ὀρθῶς Κροῖσος μέμφεται . προηγόρευε γὰρ οἱ Λοξίης , ἢν στρατεύηται ἐπὶ Πέρσας , μεγάλην ἀρχὴν αὐτὸν καταλύσειν . τὸν δὲ πρὸς ταῦτα χρῆν εὖ μέλλοντα βουλεύεσθαι ἐπειρέσθαι πέμψαντα κότερα τὴν ἑωυτοῦ τὴν Κύρου λέγοι ἀρχήν . οὐ συλλαβὼν δὲ τὸ ῥηθὲν οὐδ’ ἐπανειρόμενος ἑωυτὸν αἴτιον ἀποφαινέτω · τῷ καὶ τὸ τελευταῖον χρηστηριαζομένῳ εἶπε Λοξίης περὶ ἡμιόνου , οὐδὲ τοῦτο συνέλαβε . ἦν γὰρ δὴ Κῦρος οὗτος ἡμίονος · ἐκ γὰρ δυῶν οὐκ ὁμοεθνέων ἐγεγόνεε , μητρὸς ἀμείνονος , πατρὸς δὲ ὑποδεεστέρου · μὲν γὰρ ἦν Μηδὶς καὶ Ἀστυάγεος θυγάτηρ τοῦ Μήδων βασιλέος , δὲ Πέρσης τε ἦν καὶ ἀρχόμενος ὑπ’ ἐκείνοισι καὶ ἔνερθε ἐὼν τοῖσι ἅπασι δεσποίνῃ τῇ ἑωυτοῦ συνοίκεε . ʹ ταῦτα μὲν Πυθίη ὑπεκρίνατο τοῖσι Λυδοῖσι , οἳ δὲ ἀνήνεικαν ἐς Σάρδις καὶ ἀπήγγειλαν Κροίσῳ . δὲ ἀκούσας συνέγνω ἑωυτοῦ εἶναι τὴν ἁμαρτάδα καὶ οὐ τοῦ θεοῦ . κατὰ μὲν δὴ τὴν Κροίσου τε ἀρχὴν καὶ Ἰωνίης τὴν πρώτην καταστροφὴν ἔσχε οὕτω .
1.92 Κροίσῳ δὲ ἐστὶ ἄλλα ἀναθήματα ἐν τῇ Ἑλλάδι πολλὰ καὶ οὐ τὰ εἰρημένα μοῦνα . ἐν μὲν γὰρ Θήβῃσι τῇσι Βοιωτῶν τρίπους χρύσεος , τὸν ἀνέθηκέ τῷ Ἀπόλλωνι τῷ Ἰσμηνίῳ , ἐν δὲ Ἐφέσῳ αἵ τε βόες αἱ χρύσεαι καὶ τῶν κιόνων αἱ πολλαί , ἐν δὲ Προνηίης τῆς ἐν Δελφοῖσι ἀσπὶς χρυσέη μεγάλη . ταῦτα μὲν καὶ ἔτι ἐς ἐμὲ ἦν περιεόντα , τὰ δ’ ἐξαπόλωλε τῶν ἀναθημάτων ·