1.93 τοῦ γὰρ δὴ Λυδῶν δήμου αἱ θυγατέρες πορνεύονται πᾶσαι , συλλέγουσαι σφίσι φερνάς , ἐς ἂν συνοικήσωσι τοῦτο ποιέουσαι · ἐκδιδοῦσι δὲ αὐταὶ ἑωυτάς . μὲν δὴ περίοδος τοῦ σήματός εἰσὶ στάδιοι ἓξ καὶ δύο πλέθρα , τὸ δὲ εὖρος ἐστὶ πλέθρα τρία καὶ δέκα . λίμνη δὲ ἔχεται τοῦ σήματος μεγάλη , τὴν λέγουσι Λυδοὶ ἀείναον εἶναι · καλέεται δὲ αὕτη Γυγαίη . τοῦτο μὲν δὴ τοιοῦτο ἐστί .
1.94 Λυδοὶ δὲ νόμοισι μὲν παραπλησίοισι χρέωνται καὶ Ἕλληνές , χωρὶς ὅτι τὰ θήλεα τέκνα καταπορνεύουσι , πρῶτοι δὲ ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν νόμισμα χρυσοῦ καὶ ἀργύρου κοψάμενοι ἐχρήσαντο , πρῶτοι δὲ καὶ κάπηλοι ἐγένοντο . φασὶ δὲ αὐτοὶ Λυδοὶ καὶ τὰς παιγνίας τὰς νῦν σφίσι τε καὶ Ἕλλησι κατεστεώσας ἑωυτῶν ἐξεύρημα γενέσθαι · ἅμα δὲ ταύτας τε ἐξευρεθῆναι παρὰ σφίσι λέγουσι καὶ Τυρσηνίην ἀποικίσαι , ὧδε περὶ αὐτῶν λέγοντες . ἐπὶ Ἄτυος τοῦ Μάνεω βασιλέος σιτοδείην ἰσχυρὴν ἀνὰ τὴν Λυδίην πᾶσαν γενέσθαι , καὶ τοὺς Λυδοὺς τέως μὲν διάγειν λιπαρέοντας , μετὰ δὲ ὡς οὐ παύεσθαι , ἄκεα δίζησθαι , ἄλλον δὲ ἄλλο ἐπιμηχανᾶσθαι αὐτῶν . ἐξευρεθῆναι δὴ ὦν τότε καὶ τῶν κύβων καὶ τῶν ἀστραγάλων καὶ τῆς σφαίρης καὶ τῶν ἀλλέων πασέων παιγνιέων τὰ εἴδεα , πλὴν πεσσῶν τούτων γὰρ ὦν τὴν ἐξεύρεσιν οὐκ οἰκηιοῦνται Λυδοί . ποιέειν δὲ ὧδε πρὸς τὸν λιμὸν ἐξευρόντας , τὴν μὲν ἑτέρην τῶν ἡμερέων παίζειν πᾶσαν , ἵνα δὴ μὴ ζητέοιεν σιτία , τὴν δὲ ἑτέρην σιτέεσθαι παυομένους τῶν παιγνιέων . τοιούτῳ τρόπῳ διάγειν ἐπ’ ἔτεα δυῶν δέοντα εἴκοσι .