1.86 δὲ συννήσας πυρὴν μεγάλην ἀνεβίβασε ἐπ’ αὐτὴν τὸν Κροῖσόν τε ἐν πέδῃσι δεδεμένον καὶ δὶς ἑπτὰ Λυδῶν παρ’ αὐτὸν παῖδας , ἐν νόῳ ἔχων εἴτε δὴ ἀκροθίνια ταῦτα καταγιεῖν θεῶν ὅτεῳ δή , εἴτε καὶ εὐχὴν ἐπιτελέσαι θέλων , εἴτε καὶ πυθόμενος τὸν Κροῖσον εἶναι θεοσεβέα τοῦδε εἵνεκεν ἀνεβίβασε ἐπὶ τὴν πυρήν , βουλόμενος εἰδέναι εἴ τίς μιν δαιμόνων ῥύσεται τοῦ μὴ ζῶντα κατακαυθῆναι . τὸν μὲν δὴ ποιέειν ταῦτα · τῷ δὲ Κροίσῳ ἑστεῶτι ἐπὶ τῆς πυρῆς ἐσελθεῖν , καίπερ ἐν κακῷ ἐόντι τοσούτῳ , τὸ τοῦ Σόλωνος ὥς οἱ εἴη σὺν θεῷ εἰρημένον , τὸ μηδένα εἶναι τῶν ζωόντων ὄλβιον . ὡς δὲ ἄρα μιν προσστῆναι τοῦτο , ἀνενεικάμενόν τε καὶ ἀναστενάξαντα ἐκ πολλῆς ἡσυχίης ἐς τρὶς ὀνομάσαι ʹ Σόλων . ʹ καὶ τὸν Κῦρον ἀκούσαντα κελεῦσαι τοὺς ἑρμηνέας ἐπειρέσθαι τὸν Κροῖσον τίνα τοῦτον ἐπικαλέοιτο , καὶ τοὺς προσελθόντας ἐπειρωτᾶν · Κροῖσον δὲ τέως μὲν σιγὴν ἔχειν εἰρωτώμενον , μετὰ δὲ ὡς ἠναγκάζετο , εἰπεῖν ʹ τὸν ἂν ἐγὼ πᾶσι τυράννοισι προετίμησα μεγάλων χρημάτων ἐς λόγους ἐλθεῖν . ʹ ὡς δέ σφι ἄσημα ἔφραζε , πάλιν ἐπειρώτων τὰ λεγόμενα .