1.86 λιπαρεόντων δὲ αὐτῶν καὶ ὄχλον παρεχόντων , ἔλεγε δὴ ὡς ἦλθε ἀρχὴν Σόλων ἐὼν Ἀθηναῖος , καὶ θεησάμενος πάντα τὸν ἑωυτοῦ ὄλβον ἀποφλαυρίσειε οἷα δὴ εἶπας , ὥς τε αὐτῷ πάντα ἀποβεβήκοι τῇ περ ἐκεῖνος εἶπε , οὐδέν τι μᾶλλον ἐς ἑωυτὸν λέγων οὐκ ἐς ἅπαν τὸ ἀνθρώπινον καὶ μάλιστα τοὺς παρὰ σφίσι αὐτοῖσι ὀλβίους δοκέοντας εἶναι . τὸν μὲν Κροῖσον ταῦτα ἀπηγέεσθαι , τῆς δὲ πυρῆς ἤδη ἁμμένης καίεσθαι τὰ περιέσχατα . καὶ τὸν Κῦρον ἀκούσαντα τῶν ἑρμηνέων τὰ Κροῖσος εἶπε , μεταγνόντα τε καὶ ἐννώσαντα ὅτι καὶ αὐτὸς ἄνθρωπος ἐὼν ἄλλον ἄνθρωπον , γενόμενον ἑωυτοῦ εὐδαιμονίῃ οὐκ ἐλάσσω , ζῶντα πυρὶ διδοίη , πρός τε τούτοισι δείσαντα τὴν τίσιν καὶ ἐπιλεξάμενον ὡς οὐδὲν εἴη τῶν ἐν ἀνθρώποισι ἀσφαλέως ἔχον , κελεύειν σβεννύναι τὴν ταχίστην τὸ καιόμενον πῦρ καὶ καταβιβάζειν Κροῖσόν τε καὶ τοὺς μετὰ Κροίσου . καὶ τοὺς πειρωμένους οὐ δύνασθαι ἔτι τοῦ πυρὸς ἐπικρατῆσαι .
1.87 ἐνθαῦτα λέγεται ὑπὸ Λυδῶν Κροῖσον μαθόντα τὴν Κύρου μετάγνωσιν , ὡς ὥρα πάντα μὲν ἄνδρα σβεννύντα τὸ πῦρ , δυναμένους δὲ οὐκέτι καταλαβεῖν , ἐπιβώσασθαι τὸν Ἀπόλλωνα ἐπικαλεόμενον , εἴ τί οἱ κεχαρισμένον ἐξ αὐτοῦ ἐδωρήθη , παραστῆναι καὶ ῥύσασθαι αὐτὸν ἐκ τοῦ παρεόντος κακοῦ . τὸν μὲν δακρύοντα ἐπικαλέεσθαι τὸν θεόν , ἐκ δὲ αἰθρίης τε καὶ νηνεμίης συνδραμεῖν ἐξαπίνης νέφεα καὶ χειμῶνά τε καταρραγῆναι καὶ ὗσαι ὕδατι λαβροτάτῳ , κατασβεσθῆναί τε τὴν πυρήν . οὕτω δὴ μαθόντα τὸν Κῦρον ὡς εἴη Κροῖσος καὶ θεοφιλὴς καὶ ἀνὴρ ἀγαθός , καταβιβάσαντα αὐτὸν ἀπὸ τῆς πυρῆς εἰρέσθαι τάδε .