1.85 κατ’ αὐτὸν δὲ Κροῖσον τάδε ἐγίνετο . ἦν οἱ παῖς , τοῦ καὶ πρότερον ἐπεμνήσθην , τὰ μὲν ἄλλα ἐπιεικής , ἄφωνος δέ . ἐν τῇ ὦν παρελθούσῃ εὐεστοῖ Κροῖσος τὸ πᾶν ἐς αὐτὸν ἐπεποιήκεε , ἄλλα τε ἐπιφραζόμενος , καὶ δὴ καὶ ἐς Δελφοὺς περὶ αὐτοῦ ἐπεπόμφεε χρησομένους . δὲ Πυθίη οἱ εἶπε τάδε . ʹ Λυδὲ γένος , πολλῶν βασιλεῦ , μέγα νήπιε Κροῖσε , | μὴ βούλου πολύευκτον ἰὴν ἀνὰ δώματ’ ἀκούειν | παιδὸς φθεγγομένου . τὸ δέ σοι πολὺ λώιον ἀμφὶς | ἔμμεναι · αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ . ʹ ἁλισκομένου δὴ τοῦ τείχεος , ἤιε γὰρ τῶν τις Περσέων ἀλλογνώσας Κροῖσον ὡς ἀποκτενέων , Κροῖσος μέν νυν ὁρέων ἐπιόντα ὑπὸ τῆς παρεούσης συμφορῆς παρημελήκεε , οὐδὲ τί οἱ διέφερε πληγέντι ἀποθανεῖν · δὲ παῖς οὗτος ἄφωνος ὡς εἶδε ἐπιόντα τὸν Πέρσην , ὑπὸ δέους τε καὶ κακοῦ ἔρρηξε φωνήν , εἶπε δὲ ʹ ὤνθρώπε , μὴ κτεῖνε Κροῖσον . ʹ οὗτος μὲν δὴ τοῦτο πρῶτον ἐφθέγξατο , μετὰ δὲ τοῦτο ἤδη ἐφώνεε τὸν πάντα χρόνον τῆς ζόης .
1.86 οἱ δὲ Πέρσαι τάς τε δὴ Σάρδις ἔσχον καὶ αὐτὸν Κροῖσον ἐζώγρησαν , ἄρξαντα ἔτεα τεσσερεσκαίδεκα καὶ τεσσερεσκαίδεκα ἡμέρας πολιορκηθέντα , κατὰ τὸ χρηστήριόν τε καταπαύσαντα τὴν ἑωυτοῦ μεγάλην ἀρχήν . λαβόντες δὲ αὐτὸν οἱ Πέρσαι ἤγαγον παρὰ Κῦρον .