1.77 Κροῖσος δὲ μεμφθεὶς κατὰ τὸ πλῆθος τὸ ἑωυτοῦ στράτευμα ʹἦν γάρ οἱ συμβαλὼν στρατὸς πολλὸν ἐλάσσων Κύροὐ , τοῦτο μεμφθείς , ὡς τῇ ὑστεραίῃ οὐκ ἐπειρᾶτο ἐπιὼν Κῦρος , ἀπήλαυνε ἐς τὰς Σάρδις ἐν νόῳ ἔχων παρακαλέσας μὲν Αἰγυπτίους κατὰ τὸ ὅρκιον ʹἐποιήσατο γὰρ καὶ πρὸς Ἄμασιν βασιλεύοντα Αἰγύπτου συμμαχίην πρότερον περ πρὸς Λακεδαιμονίουσ̓ , μεταπεμψάμενος δὲ καὶ Βαβυλωνίους ʹκαὶ γὰρ πρὸς τούτους αὐτῷ ἐπεποίητο συμμαχίη , ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον τῶν Βαβυλωνίων Λαβύνητοσ̓ , ἐπαγγείλας δὲ καὶ Λακεδαιμονίοισι παρεῖναι ἐς χρόνον ῥητόν ἁλίσας τε δὴ τούτους καὶ τὴν ἑωυτοῦ συλλέξας στρατιὴν ἐνένωτο τὸν χειμῶνα παρείς , ἅμα τῷ ἔαρι στρατεύειν ἐπὶ τοὺς Πέρσας . καὶ μὲν ταῦτα φρονέων , ὡς ἀπίκετο ἐς τὰς Σάρδις , ἔπεμπε κήρυκας κατὰ τὰς συμμαχίας προερέοντας ἐς πέμπτον μῆνα συλλέγεσθαι ἐς Σάρδις · τὸν δὲ παρεόντα καὶ μαχεσάμενον στρατὸν Πέρσῃσι , ὃς ἦν αὐτοῦ ξεινικός , πάντα ἀπεὶς διεσκέδασε οὐδαμὰ ἐλπίσας μὴ κοτε ἄρα ἀγωνισάμενος οὕτω παραπλησίως Κῦρος ἐλάσῃ ἐπὶ Σάρδις .
1.78 ταῦτα ἐπιλεγομένῳ Κροίσῳ τὸ προάστειον πᾶν ὀφίων ἐνεπλήσθη · φανέντων δὲ αὐτῶν οἱ ἵπποι μετιέντες τὰς νομὰς νέμεσθαι φοιτέοντες κατήσθιον . ἰδόντι δὲ τοῦτο Κροίσῳ , ὥσπερ καὶ ἦν ἔδοξε τέρας εἶναι · αὐτίκα δὲ ἔπεμπε θεοπρόπους ἐς τῶν ἐξηγητέων Τελμησσέων . ἀπικομένοισι δὲ τοῖσι θεοπρόποισι καὶ μαθοῦσι πρὸς Τελμησσέων τὸ θέλει σημαίνειν τὸ τέρας , οὐκ ἐξεγένετο Κροίσῳ ἀπαγγεῖλαι · πρὶν γὰρ ὀπίσω σφέας ἀναπλῶσαι ἐς τὰς Σάρδις ἥλω Κροῖσος .