1.75 ἄνωθεν τοῦ στρατοπέδου ἀρξάμενον διώρυχα βαθέαν ὀρύσσειν , ἄγοντα μηνοειδέα , ὅκως ἂν τὸ στρατόπεδον ἱδρυμένον κατὰ νώτου λάβοι , ταύτῃ κατὰ τὴν διώρυχα ἐκτραπόμενος ἐκ τῶν ἀρχαίων ῥεέθρων , καὶ αὖτις παραμειβόμενος τὸ στρατόπεδον ἐς τὰ ἀρχαῖα ἐσβάλλοι · ὥστε ἐπείτε καὶ ἐσχίσθη τάχιστα ποταμός , ἀμφοτέρῃ διαβατὸς ἐγένετο , οἳ δὲ καὶ τὸ παράπαν λέγουσι καὶ τὸ ἀρχαῖον ῥέεθρον ἀποξηρανθῆναι . ἀλλὰ τοῦτο μὲν οὐ προσίεμαι · κῶς γὰρ ὀπίσω πορευόμενοι διέβησαν αὐτόν ;
1.76 Κροῖσος δὲ ἐπείτε διαβὰς σὺν τῷ στρατῷ ἀπίκετο τῆς Καππαδοκίης ἐς τὴν Πτερίην καλεομένην ʹἡ δὲ Πτερίη ἐστὶ τῆς χώρης ταύτης τὸ ἰσχυρότατον , κατὰ Σινώπην πόλιν τὴν ἐν Εὐξείνῳ πόντῳ μάλιστά κῃ κειμένἠ , ἐνθαῦτα ἐστρατοπεδεύετο φθείρων τῶν Συρίων τοὺς κλήρους · καὶ εἷλε μὲν τῶν Πτερίων τὴν πόλιν καὶ ἠνδραποδίσατο , εἷλε δὲ τὰς περιοικίδας αὐτῆς πάσας , Συρίους τε οὐδὲν ἐόντας αἰτίους ἀναστάτους ἐποίησε . Κῦρος δὲ ἀγείρας τὸν ἑωυτοῦ στρατὸν καὶ παραλαβὼν τοὺς μεταξὺ οἰκέοντας πάντας ἠντιοῦτο Κροίσῳ . πρὶν δὲ ἐξελαύνειν ὁρμῆσαι τὸν στρατόν , πέμψας κήρυκας ἐς τοὺς Ἴωνας ἐπειρᾶτο σφέας ἀπὸ Κροίσου ἀπιστάναι . Ἴωνες μέν νυν οὐκ ἐπείθοντο . Κῦρος δὲ ὡς ἀπίκετο καὶ ἀντεστρατοπεδεύσατο Κροίσῳ , ἐνθαῦτα ἐν τῇ Πτερίῃ χωρῇ ἐπειρῶντο κατὰ τὸ ἰσχυρὸν ἀλλήλων . μάχης δὲ καρτερῆς γενομένης καὶ πεσόντων ἀμφοτέρων πολλῶν , τέλος οὐδέτεροι νικήσαντες διέστησαν νυκτὸς ἐπελθούσης . καὶ τὰ μὲν στρατόπεδα ἀμφότερα οὕτω ἠγωνίσατο .