1.78 Τελμησσέες μέντοι τάδε ἔγνωσαν , στρατὸν ἀλλόθροον προσδόκιμον εἶναι Κροίσῳ ἐπὶ τὴν χώρην , ἀπικόμενον δὲ τοῦτον καταστρέψεσθαι τοὺς ἐπιχωρίους , λέγοντες ὄφιν εἶναι γῆς παῖδα , ἵππον δὲ πολέμιόν τε καὶ ἐπήλυδα . Τελμησσέες μέν νυν ταῦτα ὑπεκρίναντο Κροίσῳ ἤδη ἡλωκότι , οὐδὲν κω εἰδότες τῶν ἦν περὶ Σάρδις τε καὶ αὐτὸν Κροῖσον .
1.79 Κῦρος δὲ αὐτίκα ἀπελαύνοντος Κροίσου μετὰ τὴν μάχην τὴν γενομένην ἐν τῇ Πτερίῃ , μαθὼν ὡς ἀπελάσας μέλλοι Κροῖσος διασκεδᾶν τὸν στρατόν , βουλευόμενος εὕρισκε πρῆγμά οἷ εἶναι ἐλαύνειν ὡς δύναιτο τάχιστα ἐπὶ τὰς Σάρδις , πρὶν τὸ δεύτερον ἁλισθῆναι τῶν Λυδῶν τὴν δύναμιν . ὡς δέ οἱ ταῦτα ἔδοξε , καὶ ἐποίεε κατὰ τάχος · ἐλάσας γὰρ τὸν στρατὸν ἐς τὴν Λυδίην αὐτὸς ἄγγελος Κροίσῳ ἐληλύθεε . ἐνθαῦτα Κροῖσος ἐς ἀπορίην πολλὴν ἀπιγμένος , ὥς οἱ παρὰ δόξαν ἔσχε τὰ πρήγματα ὡς αὐτὸς κατεδόκεε , ὅμως τοὺς Λυδοὺς ἐξῆγε ἐς μάχην . ἦν δὲ τοῦτον τὸν χρόνον ἔθνος οὐδὲν ἐν τῇ Ἀσίῃ οὔτε ἀνδρηιότερον οὔτε ἀλκιμώτερον τοῦ Λυδίου . δὲ μάχη σφέων ἦν ἀπ’ ἵππων , δόρατά τε ἐφόρεον μεγάλα , καὶ αὐτοὶ ἦσαν ἱππεύεσθαι ἀγαθοί .
1.80 ἐς τὸ πεδίον δὲ συνελθόντων τοῦτο τὸ πρὸ τοῦ ἄστεος ἐστὶ τοῦ Σαρδιηνοῦ , ἐὸν μέγα τε καὶ ψιλὸν ʹδιὰ δὲ αὐτοῦ ποταμοὶ ῥέοντες καὶ ἄλλοι καὶ Ὕλλος συρρηγνῦσι ἐς τὸν μέγιστον , καλεόμενον δὲ Ἕρμον , ὃς ἐξ ὄρεος ἱροῦ μητρὸς Δινδυμήνης ῥέων ἐκδιδοῖ ἐς θάλασσαν κατὰ Φωκαίην πόλιν̓ ,