1.67 ὡς δὲ καὶ ταῦτα ἤκουσαν οἱ Λακεδαιμόνιοι , ἀπεῖχον τῆς ἐξευρέσιος οὐδὲν ἔλασσον , πάντα διζήμενοι , ἐς οὗ δὴ Λίχης τῶν ἀγαθοεργῶν καλεομένων Σπαρτιητέων ἀνεῦρε , οἱ δὲ ἀγαθοεργοὶ εἰσὶ τῶν ἀστῶν , ἐξιόντες ἐκ τῶν ἱππέων αἰεὶ οἱ πρεσβύτατοι , πέντε ἔτεος ἑκάστου · τοὺς δεῖ τοῦτὸν τὸν ἐνιαυτόν , τὸν ἂν ἐξίωσι ἐκ τῶν ἱππέων , Σπαρτιητέων τῷ κοινῷ διαπεμπομένους μὴ ἐλινύειν ἄλλους ἄλλῃ .
1.68 τούτων ὦν τῶν ἀνδρῶν Λίχης ἀνεῦρε ἐν Τεγέῃ καὶ συντυχίῃ χρησάμενος καὶ σοφίῃ . ἐούσης γὰρ τοῦτον τὸν χρόνον ἐπιμιξίης πρὸς τοὺς Τεγεήτας , ἐλθὼν ἐς χαλκήιον ἐθηεῖτο σίδηρον ἐξελαυνόμενον , καὶ ἐν θώματι ἦν ὀρέων τὸ ποιεόμενον . μαθὼν , δέ μιν χαλκεὺς ἀποθωμάζοντα εἶπε παυσάμενος τοῦ ἔργου ʹ κου ἄν , ξεῖνε Λάκων εἴ περ εἶδες τό περ ἐγώ , κάρτα ἂν ἐθώμαζες , ὅκου νῦν οὕτω τυγχάνεις θῶμα ποιεύμενος τὴν ἐργασίην τοῦ σιδήρου . ἐγὼ γὰρ ἐν τῇδε θέλων τῇ αὐλῇ φρέαρ ποιήσασθαι , ὀρύσσων ἐπέτυχον σορῷ ἑπταπήχεϊ · ὑπὸ δὲ ἀπιστίης μὴ μὲν γενέσθαι μηδαμὰ μέζονας ἀνθρώπους τῶν νῦν ἄνοιξα αὐτὴν καὶ εἶδον τὸν νεκρὸν μήκεϊ ἴσον ἐόντα τῇ σορῷ · μετρήσας δὲ συνέχωσα ὀπίσω . ʹ μὲν δή οἱ ἔλεγε τά περ ὀπώπεε , δὲ ἐννώσας τὰ λεγόμενα συνεβάλλετο τὸν Ὀρέστεα κατὰ τὸ θεοπρόπιον τοῦτον εἶναι , τῇδε συμβαλλόμενος ·