1.68 τοῦ χαλκέος δύο ὁρέων φύσας τοὺς ἀνέμους εὕρισκε ἐόντας , τὸν δὲ ἄκμονα καὶ τὴν σφῦραν τόν τε τύπον καὶ τὸν ἀντίτυπον , τὸν δὲ ἐξελαυνόμενον σίδηρον τὸ πῆμα ἐπὶ πήματι κείμενον , κατὰ τοιόνδε τι εἰκάζων , ὡς ἐπὶ κακῷ ἀνθρώπου σίδηρος ἀνεύρηται . συμβαλόμενος δὲ ταῦτα καὶ ἀπελθὼν ἐς Σπάρτην ἔφραζε Λακεδαιμονίοσσι πᾶν τὸ πρῆγμα . οἳ δὲ ἐκ λόγου πλαστοῦ ἐπενείκαντὲς οἱ αἰτίην ἐδίωξαν . δὲ ἀπικόμενος ἐς Τεγέην καὶ φράζων τὴν ἑωυτοῦ συμφορὴν πρὸς τὸν χαλκέα ἐμισθοῦτο παρ’ οὐκ ἐκδιδόντος τὴν αὐλήν · χρόνῳ δὲ ὡς ἀνέγνωσε , ἐνοικίσθη , ἀνορύξας δὲ τὸν τάφον καὶ τὰ ὀστέα συλλέξας οἴχετο φέρων ἐς Σπάρτην . καὶ ἀπὸ τούτου τοῦ χρόνου , ὅκως πειρῴατο ἀλλήλων , πολλῷ κατυπέρτεροι τῷ πολέμῳ ἐγίνοντο οἱ Λακεδαιμόνιοι · ἤδη δέ σφι καὶ πολλὴ τῆς Πελοποννήσου ἦν κατεστραμμένη .
1.69 ταῦτα δὴ ὦν πάντα πυνθανόμενος Κροῖσος ἔπεμπε ἐς Σπάρτην ἀγγέλους δῶρά τε φέροντας καὶ δεησομένους συμμαχίης , ἐντειλάμενός τε τὰ λέγειν χρῆν . οἳ δὲ ἐλθόντες ἔλεγον ʹ ἔπεμψε ἡμέας Κροῖσος Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς , λέγων τάδε . Λακεδαιμόνιοι , χρήσαντος τοῦ θεοῦ τὸν Ἕλληνα φίλον προσθέσθαι , ὑμέας γὰρ πυνθάνομαι προεστάναι τῆς Ἑλλάδος , ὑμέας ὦν κατὰ τὸ χρηστήριον προσκαλέομαι φίλος τε θέλων γενέσθαι καὶ σύμμαχος ἄνευ τε δόλου καὶ ἀπάτης . ʹ