1.66 ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Λακεδαιμόνιοι , Ἀρκάδων μὲν τῶν ἄλλων ἀπείχοντο , οἳ δὲ πέδας φερόμενοι ἐπὶ Τεγεήτας ἐστρατεύοντο , χρησμῷ κιβδήλῳ πίσυνοι , ὡς δὴ ἐξανδραποδιούμενοι τοὺς Τεγεήτας . ἑσσωθέντες δὲ τῇ συμβολῇ , ὅσοι αὐτῶν ἐζωγρήθησαν , πέδας τε ἔχοντες τὰς ἐφέροντο αὐτοὶ καὶ σχοίνῳ διαμετρησάμενοι τὸ πεδίον τὸ Τεγεητέων ἐργάζοντο . αἱ δὲ πέδαι αὗται ἐν τῇσι ἐδεδέατο ἔτι καὶ ἐς ἐμὲ ἦσαν σόαι ἐν Τεγέῃ περὶ τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης κρεμάμεναι .
1.67 κατὰ μὲν δὴ τὸν πρότερον πόλεμον συνεχέως αἰεὶ κακῶς ἀέθλεον πρὸς τοὺς Τεγεήτας , κατὰ δὲ τὸν κατὰ Κροῖσον χρόνον καὶ τὴν Ἀναξανδρίδεώ τε καὶ Ἀρίστωνος βασιληίην ἐν Λακεδαίμονι ἤδη οἱ Σπαρτιῆται κατυπέρτεροι τῷ πολέμῳ ἐγεγόνεσαν , τρόπῳ τοιῷδε γενόμενοι . ἐπειδὴ αἰεὶ τῷ πολέμῳ ἑσσοῦντο ὑπὸ Τεγεητέων , πέμψαντες θεοπρόπους ἐς Δελφοὺς ἐπειρώτων τίνα ἂν θεῶν ἱλασάμενοι κατύπερθε τῷ πολέμῳ Τεγεητέων γενοίατο . δὲ Πυθίη σφι ἔχρησε τὰ Ὀρέστεω τοῦ Ἀγαμέμνονος ὀστέα ἐπαγαγομένους . ὡς δὲ ἀνευρεῖν οὐκ οἷοί τε ἐγίνοντο τὴν θήκην τοῦ Ὀρέστεω ἔπεμπον αὖτις τὴν ἐς θεὸν ἐπειρησομένους τὸν χῶρον ἐν τῷ κέοιτο Ὀρέστης . εἰρωτῶσι δὲ ταῦτα τοῖσι θεοπρόποισι λέγει Πυθίη τάδε . ʹ ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ , | ἔνθ’ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπ’ ἀνάγκης , | καὶ τύπος ἀντίτυπος , καὶ πῆμ’ ἐπὶ πήματι κεῖται . | ἔνθ’ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα , | τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ . ʹ