1.65 ʹ ἥκεις Λυκόοργε ἐμὸν ποτὶ πίονα νηόν | Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι . | δίζω σε θεὸν μαντεύσομαι ἄνθρωπον . | ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι , Λυκόοργε . ʹ οἳ μὲν δή τινες πρὸς τούτοισι λέγουσι καὶ φράσαι αὐτῷ τὴν Πυθίην τὸν νῦν κατεστεῶτα κόσμον Σπαρτιήτῃσι . ὡς δ’ αὐτοὶ Λακεδαιμόνιοι λέγουσι , Λυκοῦργον ἐπιτροπεύσαντα Λεωβώτεω , ἀδελφιδέου μὲν ἑωυτοῦ βασιλεύοντος δὲ Σπαρτιητέων , ἐκ Κρήτης ἀγαγέσθαι ταῦτα . ὡς γὰρ ἐπετρόπευσε τάχιστα , μετέστησε τὰ νόμιμα πάντα , καὶ ἐφύλαξε ταῦτα μὴ παραβαίνειν · μετὰ δὲ τὰ ἐς πόλεμον ἔχοντα , ἐνωμοτίας καὶ τριηκάδας καὶ συσσίτια , πρός τε τούτοισι τοὺς ἐφόρους καὶ γέροντας ἔστησε Λυκοῦργος .
1.66 οὕτω μὲν μεταβαλόντες εὐνομήθησαν , τῷ δὲ Λυκούργῳ τελευτήσαντι ἱρὸν εἱσάμενοι σέβονται μεγάλως . οἷα δὲ ἐν τε χώρῃ ἀγαθῇ καὶ πλήθεϊ οὐκ ὀλίγων ἀνδρῶν , ἀνά τε ἔδραμον αὐτίκα καὶ εὐθηνήθησαν , καὶ δή σφι οὐκέτι ἀπέχρα ἡσυχίην ἄγειν , ἀλλὰ καταφρονήσαντες Ἀρκάδων κρέσσονες εἶναι ἐχρηστηριάζοντο ἐν Δελφοῖσι ἐπὶ πάσῃ τῇ Ἀρκάδων χωρῇ . δὲ Πυθίη σφι χρᾷ τάδε . ʹ Ἀρκαδίην μ’ αἰτεῖς · μέγα μ’ αἰτεῖς · οὐ τοι δώσω . | πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν , | οἵ σ’ ἀποκωλύσουσιν . ἐγὼ δὲ τοι οὔτι μεγαίρω · | δώσω τοί Τεγέην ποσσίκροτον ὀρχήσασθαι | καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι . ʹ