1.53 ὡς δὲ ἀπικόμενοι ἐς τὰ ἀπεπέμφθησαν , οἱ Λυδοὶ ἀνέθεσαν τὰ ἀναθήματα , ἐχρέωντο τοῖσι χρηστηρίοισι λέγοντες ʹ Κροῖσος Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς , νομίσας τάδε μαντήια εἶναι μοῦνα ἐν ἀνθρώποισι , ὑμῖν τε ἄξια δῶρα ἔδωκε τῶν ἐξευρημάτων , καὶ νῦν ὑμέας ἐπειρωτᾷ εἰ στρατεύηται ἐπὶ Πέρσας καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο σύμμαχον . ʹ οἳ μὲν ταῦτα ἐπειρώτων , τῶν δὲ μαντηίων ἀμφοτέρων ἐς τὠυτὸ αἱ γνῶμαι συνέδραμον , προλέγουσαι Κροίσῳ , ἢν στρατεύηται ἐπὶ Πέρσας , μεγάλην ἀρχὴν μιν καταλύσειν · τοὺς δὲ Ἑλλήνων δυνατωτάτους συνεβούλευόν οἱ ἐξευρόντα φίλους προσθέσθαι .
1.54 ἐπείτε δὲ ἀνενειχθέντα τὰ θεοπρόπια ἐπύθετο Κροῖσος , ὑπερήσθη τε τοῖσι χρηστηρίοισι , πάγχυ τε ἐλπίσας καταλύσειν τὴν Κύρου βασιληίην , πέμψας αὖτις ἐς Πυθὼ Δελφοὺς δωρέεται , πυθόμενος αὐτῶν τὸ πλῆθος , κατ’ ἄνδρα δύο στατῆρσι ἕκαστον χρυσοῦ . Δελφοὶ δὲ ἀντὶ τούτων ἔδοσαν Κροίσῳ καὶ Λυδοῖσι προμαντηίην καὶ ἀτελείην καὶ προεδρίην , καὶ ἐξεῖναι τῷ βουλομένῳ αὐτῶν γίνεσθαι Δελφὸν ἐς τὸν αἰεὶ χρόνον .
1.55 δωρησάμενος δὲ τοὺς Δελφοὺς Κροῖσος ἐχρηστηριάζετο τὸ τρίτον · ἐπείτε γὰρ δὴ παρέλαβε τοῦ μαντείου ἀληθείην , ἐνεφορέετο αὐτοῦ . ἐπειρώτα δὲ τάδε χρηστηριαζόμενος , εἴ οἱ πολυχρόνιος ἔσται μουναρχίη . δὲ Πυθίη οἱ χρᾷ τάδε· ʹ ἀλλ’ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται , | καὶ τότε , Λυδὲ ποδαβρέ , πολυψήφιδα παρ’ Ἕρμον | φεύγειν μηδὲ μένειν μηδ’ αἰδεῖσθαι κακός εἶναι . ʹ