1.51 φασὶ δὲ μιν Δελφοὶ Θεοδώρου τοῦ Σαμίου ἔργον εἶναι , καὶ ἐγὼ δοκέω · οὐ γὰρ τὸ συντυχὸν φαίνεταί μοι ἔργον εἶναι . καὶ πίθους τε ἀργυρέους τέσσερας ἀπέπεμψε , οἳ ἐν τῷ Κορινθίων θησαυρῷ ἑστᾶσι , καὶ περιρραντήρια δύο ἀνέθηκε , χρύσεόν τε καὶ ἀργύρεον , τῶν τῷ χρυσέῳ ἐπιγέγραπται Λακεδαιμονίων φαμένων εἶναι ἀνάθημα , οὐκ ὀρθῶς λέγοντες · ἔστι γὰρ καὶ τοῦτο Κροίσου , ἐπέγραψε δὲ τῶν τις Δελφῶν Λακεδαιμονίοισι βουλόμενος χαρίζεσθαι , τοῦ ἐπιστάμενος τὸ οὔνομα οὐκ ἐπιμνήσομαι . ἀλλ’ μὲν παῖς , δι’ οὗ τῆς χειρὸς ῥέει τὸ ὕδωρ , Λακεδαιμονίων ἐστί , οὐ μέντοι τῶν γε περιρραντηρίων οὐδέτερον . ἄλλα τε ἀναθήματα οὐκ ἐπίσημα πολλὰ ἀπέπεμψε ἅμα τούτοισι Κροῖσος , καὶ χεύματα ἀργύρεα κυκλοτερέα , καὶ δὴ καὶ γυναικὸς εἴδωλον χρύσεον τρίπηχυ , τὸ Δελφοὶ τῆς ἀρτοκόπου τῆς Κροίσου εἰκόνα λέγουσι εἶναι . πρὸς δὲ καὶ τῆς ἑωυτοῦ γυναικὸς τὰ ἀπὸ τῆς δειρῆς ἀνέθηκε Κροῖσος καὶ τὰς ζώνας .
1.52 ταῦτα μὲν ἐς Δελφοὺς ἀπέπεμψε , τῷ δὲ Ἀμφιάρεῳ , πυθόμενος αὐτοῦ τήν τε ἀρετὴν καὶ τὴν πάθην , ἀνέθηκε σάκος τε χρύσεον πᾶν ὁμοίως καὶ αἰχμὴν στερεὴν πᾶσαν χρυσέην , τὸ ξυστὸν τῇσι λόγχῃσι ἐὸν ὁμοίως χρύσεον · τὰ ἔτι καὶ ἀμφότερα ἐς ἐμὲ ἦν κείμενα ἐν Θήβῃσι καὶ Θηβέων ἐν τῳ νηῷ τοῦ Ἰσμηνίου Ἀπόλλωνος .
1.53 τοῖσι δὲ ἄγειν μέλλουσι τῶν Λυδῶν ταῦτα τὰ δῶρα ἐς τὰ ἱρὰ ἐνετέλλετο Κροῖσος ἐπειρωτᾶν τὰ χρηστήρια εἰ στρατεύηται ἐπὶ Πέρσας Κροῖσος καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο φίλον ,