1.56 τούτοισι ἐλθοῦσι τοῖσι ἔπεσι Κροῖσος πολλόν τι μάλιστα πάντων ἥσθη , ἐλπίζων ἡμίονον οὐδαμὰ ἀντ’ ἀνδρὸς βασιλεύσειν Μήδων , οὐδ’ ὦν αὐτὸς οὐδὲ οἱ ἐξ αὐτοῦ παύσεσθαι κοτὲ τῆς ἀρχῆς . μετὰ δὲ ταῦτα ἐφρόντιζε ἱστορέων τοὺς ἂν Ἑλλήνων δυνατωτάτους ἐόντας προσκτήσαιτο φίλους , ἱστορέων δὲ εὕρισκε Λακεδαιμονίους καὶ Ἀθηναίους προέχοντας τοὺς μὲν τοῦ Δωρικοῦ γένεος τοὺς δὲ τοῦ Ἰωνικοῦ . ταῦτα γὰρ ἦν τὰ προκεκριμένα , ἐόντα τὸ ἀρχαῖον τὸ μὲν Πελασγικὸν τὸ δὲ Ἑλληνικὸν ἔθνος . καὶ τὸ μὲν οὐδαμῇ κω ἐξεχώρησε , τὸ δὲ πολυπλάνητον κάρτα . ἐπὶ μὲν γὰρ Δευκαλίωνος βασιλέος οἴκεε γῆν τὴν Φθιῶτιν , ἐπὶ δὲ Δώρου τοῦ Ἕλληνος τὴν ὑπὸ τὴν Ὄσσαν τε καὶ τὸν Ὄλυμπον χώρην , καλεομένην δὲ Ἱστιαιῶτιν · ἐκ δὲ τῆς Ἱστιαιώτιδος ὡς ἐξανέστη ὑπὸ Καδμείων , οἴκεε ἐν Πίνδῳ Μακεδνὸν καλεόμενον · ἐνθεῦτεν δὲ αὖτις ἐς τὴν Δρυοπίδα μετέβη καὶ ἐκ τῆς Δρυοπίδος οὕτω ἐς Πελοπόννησον ἐλθὸν Δωρικὸν ἐκλήθη .
1.57 ἥντινα δὲ γλῶσσαν ἵεσαν οἱ Πελασγοί , οὐκ ἔχω ἀτρεκέως εἰπεῖν . εἰ δὲ χρεόν ἐστι τεκμαιρόμενον λέγειν τοῖσι νῦν ἔτι ἐοῦσι Πελασγῶν τῶν ὑπὲρ Τυρσηνῶν Κρηστῶνα πόλιν οἰκεόντων , οἳ ὅμουροι κοτὲ ἦσαν τοῖσι νῦν Δωριεῦσι καλεομένοισι ʹοἴκεον δὲ τηνικαῦτα γῆν τὴν νῦν Θεσσαλιῶτιν καλεομένην̓ , καὶ τῶν Πλακίην τε καὶ Σκυλάκην Πελασγῶν οἰκησάντων ἐν Ἑλλησπόντῳ , οἳ σύνοικοι ἐγένοντο Ἀθηναίοισι , καὶ ὅσα ἄλλα Πελασγικὰ ἐόντα πολίσματα τὸ οὔνομα μετέβαλε · εἰ τούτοισι τεκμαιρόμενον δεῖ λέγειν , ἦσαν οἱ Πελασγοὶ βάρβαρον γλῶσσαν ἱέντες .