1.50 ὡς δὲ ἐκ τῆς θυσίης ἐγένετο , καταχεάμενος χρυσὸν ἄπλετον ἡμιπλίνθια ἐξ αὐτοῦ ἐξήλαυνε , ἐπὶ μὰν τὰ μακρότερα ποιέων ἑξαπάλαιστα , ἐπὶ δὲ τὰ βραχύτερα τριπάλαιστα , ὕψος δὲ παλαιστιαῖα . ἀριθμὸν δὲ ἑπτακαίδεκα καὶ ἑκατόν , καὶ τούτων ἀπέφθου χρυσοῦ τέσσερα , τρίτον ἡμιτάλαντον ἕκαστον ἕλκοντα , τὰ δὲ ἄλλα ἡμιπλίνθια λευκοῦ χρυσοῦ , σταθμὸν διτάλαντα . ἐποιέετο δὲ καὶ λέοντος εἰκόνα χρυσοῦ ἀπέφθου ἕλκουσαν σταθμὸν τάλαντα δέκα . οὗτος λέων , ἐπείτε κατεκαίετο ἐν Δελφοῖσι νηός , κατέπεσε ἀπὸ τῶν ἡμιπλινθίων ʹἐπὶ γὰρ τούτοισι ἵδρυτὀ , καὶ νῦν κεῖται ἐν τῷ Κορινθίων θησαυρῷ , ἕλκων σταθμὸν ἕβδομον ἡμιτάλαντον · ἀπετάκη γὰρ αὐτοῦ τέταρτον ἡμιτάλαντον .
1.51 ἐπιτελέσας δὲ Κροῖσος ταῦτα ἀπέπεμπε ἐς Δελφούς , καὶ τάδε ἄλλα ἅμα τοῖσι , κρητῆρας δύο μεγάθεϊ μεγάλους , χρύσεον καὶ ἀργύρεον , τῶν μὲν χρύσεος ἔκειτο ἐπὶ δεξιὰ ἐσιόντι ἐς τὸν νηόν , δὲ ἀργύρεος ἐπ’ ἀριστερά . μετεκινήθησαν δὲ καὶ οὗτοι ὑπὸ τὸν νηὸν κατακαέντα καὶ μὲν χρύσεος κεῖται ἐν τῷ Κλαζομενίων θησαυρῷ , ἕλκων σταθμὸν εἴνατον ἡμιτάλαντον καὶ ἔτι δυώδεκα μνέας , δὲ ἀργύρεος ἐπὶ τοῦ προνηίου τῆς γωνίης , χωρέων ἀμφορέας ἑξακοσίους · ἐπικίρναται γὰρ ὑπὸ Δελφῶν Θεοφανίοισι .