1.48 ταῦτα οἱ Λυδοὶ θεσπισάσης τῆς Πυθίης συγγραψάμενοι οἴχοντο ἀπιόντες ἐς τὰς Σάρδις . ὡς δὲ καὶ ὧλλοι οἱ περιπεμφθέντες παρῆσαν φέροντες τοὺς χρησμούς , ἐνθαῦτα Κροῖσος ἕκαστα ἀναπτύσσων ἐπώρα τῶν συγγραμμάτων , τῶν μὲν δὴ οὐδὲν προσίετό μιν · δὲ ὡς τὸ ἐκ Δελφῶν ἤκουσε , αὐτίκα προσεύχετό τε καὶ προσεδέξατο , νομίσας μοῦνον εἶναι μαντήιον τὸ ἐν Δελφοῖσι , ὅτι οἱ ἐξευρήκεε τὰ αὐτὸς ἐποίησε . ἐπείτε γὰρ δὴ διέπεμψε παρὰ τὰ χρηστήρια τοὺς θεοπρόπους , φυλάξας τὴν κυρίην τῶν ἡμερέων ἐμηχανᾶτο τοιάδε · ἐπινοήσας τὰ ἦν ἀμήχανον ἐξευρεῖν τε καὶ ἐπιφράσασθαι , χελώνην καὶ ἄρνα κατακόψας ὁμοῦ ἧψε αὐτὸς ἐν λέβητι χαλκέῳ , χάλκεον ἐπίθημα ἐπιθείς .
1.49 τὰ μὲν δὴ ἐκ Δελφῶν οὕτω τῷ , Κροίσῳ ἐχρήσθη · κατὰ δὲ τὴν Ἀμφιάρεω τοῦ μαντηίου ὑπόκρισιν , οὐκ ἔχω εἰπεῖν τι τοῖσι Λυδοῖσι ἔχρησε ποιήσασι περὶ τὸ ἱρὸν τὰ νομιζόμενα ʹοὐ γὰρ ὦν οὐδὲ τοῦτο λέγεταἰ , ἄλλο γε ὅτι καὶ τοῦτο ἐνόμισε μαντήιον ἀψευδὲς ἐκτῆσθαι .
1.50 μετὰ δὲ ταῦτα θυσίῃσι μεγάλῃσι τὸν ἐν Δελφοῖσι θεὸν ἱλάσκετο · κτήνεά τε γὰρ τὰ θύσιμα πάντα τρισχίλια ἔθυσε , κλίνας τε ἐπιχρύσους καὶ ἐπαργύρους καὶ φιάλας χρυσέας καὶ εἵματα πορφύρεα καὶ κιθῶνας , νήσας πυρὴν μεγάλην , κατέκαιε , ἐλπίζων τὸν θεὸν μᾶλλον τι τούτοισι ἀνακτήσεσθαι · Λυδοῖσι τε πᾶσι προεῖπε θύειν πάντα τινὰ αὐτῶν τούτῳ τι ἔχοι ἕκαστος .